Hiereus inscription of M(arcus) Ul(pius) (Alexandros) Herakleitos Ko(liorgeus) and Ul(pia) Ammion Ko(liorgis); 2m; found at Lagina: Diehl & Cousin, BCH 11, 1887, 156-158, no. 63; Laumonier, BCH 61, 1937, p. 244 note 3 and p. 274 no. 104; Laumonier, BCH 62, 1938, 269; *IStratonikeia 668.  
[ ] IStr 668
1 ἱερεὺς ἐξ ἐπανγελίας Μ(ᾶρκος) Οὔλ(πιος), Ἀρίστωνος υἱός, Κυρείνα,
Ἡράκλειτος Κο(λιοργεύς), ἱέρεια Οὐλ(πία), Διονυσοκλέους θυγάτηρ, Ἄμμι-
ον Κο(λιοργὶς) μετὰ τὰς ἑστιάσις καὶ τὸ γυμνασιαρχῆσαι πάσαις
τᾶις ἑορτασίμοις καὶ ἐπισήμοις τῆς θεοῦ ἡμέραις καὶ
5 τὸ μισθώσασθαι πάντα τὰ ἐπιδημήσαντα ἀκροάματα
παρ’ ὅλον τὸ ἔτος καὶ τὸ χαρίσασθαι τοῖς θύουσιν τὰ ἱερὰ καὶ
τὸ ἐπαρκέσαι δημοσίᾳ τοῖς ἐπικουρίας δεομένοις, κατεσκεύασαν
ἐκ τῶν ἰδίων τῇ ἱερᾷ οἰκίᾳ τὰς τρῖς στοὰς καὶ τὸ πρόπυλον
σὺν τῇ εἰσόδῳ, καὶ τὴν πρὸ τῆς οἰκίας στοὰν τὴν πρὸς τῇ βιοτικῇ
10 ἀγορᾷ συνετέλεσαν, καὶ τὸν ποικίλον ἄβακα τῇ τραπέζῃ
τῆς θεοῦ ἐπέθηκαν, συνφιλοτειμουμένων αὐτοῖς τῆς
θυγατρὸς Οὐλπίας Δρακοντίδος καὶ τοῦ ἀνδρὸς αὐτῆς
Πολείτου τοῦ Πολείτου.
Search Help
Contact Us