Hiereus inscription of Tiberius Flavius [Sabinianus
Di]omedes Menippos Hie(rokometes); 2b?; found at Lagina:
Hauvette-Besnault & Dubois, BCH 5, 1881, 191, no. 12 (part);
Diehl & Cousin, BCH 11, 1887, 146-147, no. 47 (part); Diehl &
Cousin, BCH 11, 1887, 149, no. 52 (part); Diehl & Cousin, BCH
11, 1887, 154-155, no. 60 (part); Hatzfeld, BCH 44, 1920, 91, no.
22 (part); Laumonier, BCH 61, 1937, p. 244 note 5, pp. 253-255
no. 59, and p. 257 no. 64; Laumonier, BCH 62, 1938, 265-267;
*IStratonikeia 663 (PH, part).
[ ]
IStr 663
0 | [ἱερεὺς ἐπανγειλάμενος μετὰ ἱερωσύνην τοῦ προπάτορος μεγίσσ]- |
a | του θεοῦ Διὸς Χρυσαορείου Τιβέριος Φλάβιος, Τίτου υἱός, Κυρείνα,] |
[Σαβεινιανὸς Διομήδης Μένιππος Ἱε(ροκωμήτης) ὁ προϊερατευκὼς καὶ τρὶς τοῦ] | |
[μεγίσστου καὶ ἐπιφανεστάτου θεοῦ Διὸς Παναμάρου —] | |
1 | [δι’ ὅλου τοῦ ἔτους εὐσέβησε μὲν τὴν μεγίσστην καὶ ἐπιφ]ανεσ[τάτην] |
[θεὰ]ν Ἑκάτην, ἐφ[ιλοτ]ειμήθ[η δὲ πρ]ὸς τοὺς ἀ̣νθρώπους ἐν τοῖς γενε]θλίοις πάση̣[ι] | |
[τ]ύχηι τῶν παραγενομένων εἰς [τ]ὸ ἱερὸν δια̣πρ̣[επῶς, ἑκάσσ]τωι δὲ τῶν | |
[πολε]ιτῶν καὶ Ῥωμαίων ἔδωκεν ἀνὰ [δ]ραχμὰς πέντε [ἐν τ]<ῷ> θ̣ε̣άτ<ρω>ι, | |
5 | [σ]υνκλειδοφορούσης αὐτῶι ἐξ ἐπανγελίας κ[αὶ Φλα]βίας, Τιβερ[ί]- |
[ο]υ θυγατρός, Λεοντίδος Ἱε(ροκωμήτιδος), θυγατρὸς τῆς π̣όλε<ως>, [ὑπὲρ?] | |
[τῶ]ν γυναικῶν καὶ τῶν παροίκω[ν κ]αὶ δουλῶν, μ[ετὰ τῆς εὐωχ]ίας ἧς π[αρ]- | |
[έσχ]ετο αὐταῖς ἔδωκεν καὶ ἑ[κά]σστηι ἀνὰ δρα[χμὰς τρεῖς· — ἔθη]- | |
[κ]ε̣ν δὲ καὶ ἔ[λαιον ἑλκυστὸν ἐν τῶι περιπολείωι] κατ<ὰ> τὰς τῆς πανηγύ- | |
10 | [ρ]εως ἡμέρας, ἐποίησ[εν δὲ καὶ τὰ ἱερ]ὰ πάντα εὐσεβῶς καὶ φιλοτί[μως] |
❦ κατὰ πενταετηρίδα | |
ἱερεὺς ἐπανγει[λάμε]νος τὸ δεύτερον καὶ μετὰ ἱερωσύνην τοῦ | |
προπάτορος μεγ[ίσστου] θεοῦ Διὸς Χρυσαορείου καὶ διατε[λῶν τῆς] | |
μεγίσστης θε[ᾶς Ἑκά]της καὶ ἑτέρων θεῶν Τιβέριος Φλάβιος, [Τ(ίτου) υἱός,] | |
15 | Κυρείνα, [Σαβεινιανὸς Δι]ομήδης Μένιππος Ἱε(ροκωμήτης) ὁ προϊε[ρατευκὼς] |
[καὶ τρὶς τοῦ μεγίσστου κὰ ἐπιφανεστάτου θεοῦ Διὸς Παναμάρου,] | |
συνιερωμέν̣[ης αὐτῷ μετὰ κλειδοφορίαν καὶ Φλαβίας, Τιβερίου] | |
θυγατρός, Λεον̣[τίδος Ἱε(ροκωμήτιδος), θυγατρὸς τῆς πόλεως, δι’ ὅλου τοῦ] | |
ἔτους εὐσέβη[σε μὲν τὴν μεγίσστην καὶ ἐπιφανεστάτην] | |
20 | θεὰν Ἑκάτην, ἐ[φιλοτιμήθη δὲ πρὸς πάντας τοὺς ἀνθρώπους ταῖς] |
ἑστιάσεσιν καὶ [ταῖς γυμνασιαρχίαις, ἔθηκεν δὲ ἔλαιον πάσῃ τύχῃ | |
καὶ ἡλικίᾳ μεχρὶ [νυκτὸς ἐν τῷ ἱερῷ περιπολείῳ πάσας τὰς τῆς] | |
πανηγύρεως ἡ̣[μέρας, ἐποίησεν δὲ καὶ τὰ ἱερὰ πάντα εὐσεβῶς.] |