Letter of Sulla to boule and demos of Stratonikeia containing Senatus Consultum giving privileges to Stratonikeia for support in war against Mithradates; prob. 81 BC; found at Lagina: Newton, Discoveries II 795 no. 99 (part); LW 543 + 544 (part); Petersen & von Luschau, Reisen I 155, no.’s 131-133 (part); Diehl & Cousin, BCH 9, 1885, 437-474; OGIS 441, ll. 1-129; Abbott & Johnson no. 17; SEG 19, 654; *Sherk 18; SEG 29, 1076; **IStratonikeia 505 (PH, part) (ll. 17, 17a, 46, 48a, 78, 88).  
[ ] Sherk 18
1 [Λεύκιος Κορνήλιος Λ]ευκίου [υἱὸς] Σύλλας Ἐπαφρόδιτος
[δικτάτωρ Στρατονι]κέων ἄρ[χο]υσι βουλῆι δήμωι χαίρειν·
[οὐκ ἀγνοοῦμεν ὑμᾶς] διὰ προ[γ]όνων πάντα τὰ δίκαια
[πρὸς τὴν ἡμετέρα]ν ἡγεμ[ον]ίαν πεποιηκότας καὶ ἐν
5 [παντὶ καιρῶι τὴν πρὸς ἡ]μᾶς πί[σ]τιν εἰλικρινῶς τετηρηκότας
[ἔν τε τῶι πρὸς Μιθραδά]την π[ο]λέμωι πρώτους τῶι εν τῆι
[Ἀσίαι αντιτεταγμένους κα]ὶ διὰ ταῦτα κινδύνους πολλούς
[τε καὶ παντοδαποὺς] ὑπὲρ τῶν ἡμετέρων δημοσίων
[πραγμάτων προθυμό]τατα ἀ[ν]αδεδεγμένους
10 [—] καὶ τ[οὺς κοινοὺς] καὶ τοὺς ἰδιωτικοὺς
[φιλίας ἕ]νε[κεν π]ρὸς ἡμᾶς εὐνοῖάς τε
[καὶ χάριτος, καὶ ἐν τῶι τοῦ πολέ]μου καιρῶι πρός τε
[τὰς ἄλλας τῆς Ἀσίας πόλεις πεπρ]εσβευκότας καὶ πρ[ὸ]ς
[τὰς τῆς Ἑλλάδος —]
15 Λεύκιος Κορ[νήλιος Σύλλας Ἐπαφρόδιτος δικτ]άτωρ
Στρατο[νικέων ἄρχουσι βουλῆι δήμωι χαίρειν·]
πρεσβευταῖς ὑμ[ετέροις τὸ γενόμενον ὑπὸ συγκλήτ]ου δόγμα
17a τοῦτο [παρέδωκα.]
18 Λεύκιος Κορνήλι[ος Λευκίου υἱὸς Σύλλας Ἐπαφρόδιτος δικτ]άτωρ
συγκλήτωι συ[νεβουλεύσατο πρὸ ἡμερῶν ἓξ κα]λανδῶν
20 Ἀπριλίων ἐν τῶ[ι κομετίωι·] γραφομένωι παρῆσαν Γ]άϊος
Φάννιος Γαΐου [υἱὸς —, Γ]άϊος
Φονδάνιος Γαΐ[ου υἱὸς —.  περὶ ὧν Στρατονικε]ῖς ἐκ Χρυ-
σαο[ρέων]
Παιώνιος Ἱερ[οκλέους, —]
25 Ἑκαταῖος Πα[—]
Διονύσιος Ε[— πρεσβευταὶ λόγους ἐποιή]σαντο
συμ[φώνως καὶ ἀκολούθως τῶι Στρατονικέων ψηφίσματι]
[ἀξιοῦντες συνήδεσθαι ἐπὶ τῶι τ]ὰ δημόσια πράγ[ματα τ]οῦ δήμου
[τοῦ Ῥωμαίων ἐν βελτίονι κα]ταστάσει εἶναι·
30 [ὅπως χρυσοῦν στέφανον παρὰ τῆς ἰ]δίας πόλεως τῆι συγκλήτωι
[ἀναθεῖναι ἐξῆι ἀπὸ ταλάντων δ]ιακοσίων,
[θυσίαν τε ἐν τῶι Καπετωλίωι ὅπως] ποιῆσαι ἐξῆι ὑπὲρ τῆς ν[ίκ]ης
[καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ] Ῥωμαίων,
[ὅπως τε τὸ λοιπὸν Λευκίωι Κορνηλίωι Λ]ευκίου υἱῶι Σύλλαι Ἐπαφροδίτωι
35 [δικτάτορι φαίνηται Στρατονικέων] δήμωι φιλανθρώπως κεχρῆσ[θ]αι·
[ἐπεί τε ὁ δῆμος ἐν τῶι καιρῶι τῆς εἰρήν]ης συνετήρησεν τὴν ἰδίαν
[εὔνοιάν τε καὶ πίστιν καὶ φιλίαν] πρὸς τὸν δῆμον τὸν Ῥωμαίων
[καὶ πρῶτος τῶν ἐν τῆι Ἀσίαι, ὅτε Μιθρ]αδάτης ἐν αὐτ[ῆι]
[δεινότατα ἐτυράννευεν, προείλετο ἀν]τιτετάχθαι·
40 [ἐπεὶ δὲ ὁ βασιλεὺς ἐπὶ τὴν πόλιν ἐπῆλθεν,] ἑλὼν δ’ ἐκράτησ[ε]ν
[—]
[— Λευκίωι Κορνηλίωι Λευκίου υἱῶι Σύλλαι]
δικτάτορι ἐπι[τάξαντι —]
[κ]αὶ ἐπεὶ ὁ δῆμος [συνετήρησεν ἀεὶ τὴν ὑπάρχουσαν αὐτῶι]
45 εὔνοιαν καὶ πί[στιν] καὶ συμμαχί[αν πρὸς τὸν δῆμον τὸν Ῥωμαίων, τὰ ἴ]-
[δια πράγματα κ[ατὰ τ]ὴν προαίρεσιν α̣[ὐτῶν διοικήσας, καὶ Μιθραδάτηι]
πόλεμον ἐπο[ίησε, κα]ὶ τὸν ἴδιον δη[λώσας θυμὸν προθυμότατα ἀντετάχθη]
τῆι βασιλικῆι β[ί]αι καὶ δυνάμει [—]
48a [—]
49 [δικαίοις τε κ]αὶ νόμοις καὶ ἐθισμ[οῖς τοῖς ἰδίοις, οἷς ἐχρῶν]-
50 [το ἐπάν]ω, ὅπως χρῶνται, ὅσα τε [ψηφίσματα ἐποίησαν τού]-
[του τοῦ πο]λέμου ἕνεκεν, ὃν πρὸς βασ[ιλέα Μιθραδάτην ἀνέδειξαν]
[ὄπως τ]αῦτα πάντα κύρια ὦσιν·
[Πήδασόν τε?,] Θεμησσόν, Κέραμον, χωρία κώμας λιμένας προσό]-
[δους τε τῶν] πόλεων, ὧν Λεύκιος Κορν[ήλιος Σύλλας αὐτοκράτωρ]
55 [τῆς τούτων] ἀρετῆς καταλογῆς τε ἕ[νεκεν προσώρισεν συνεχώρη]-
[σεν, ὅπως τ]αῦτα αὐτοῖς ἔχειν ἐξ[ῆι·]
[τὸ ἱερὸν τῆς] Ἑκάτης ἐπιφανεστά[της καὶ μεγίστης θεᾶς, ἐκ πολ]-
[λοῦ τε τι]μώμενον καὶ πολλα[—]
[τό τε τέμεν]ος, ὅπως τοῦτο ἄσυ[λον ὑπάρχηι·]
60 [περί τε τῶν ἀ]π[ολωλ]ότ[ων αὐτοῖς ἐν τῶι πολέμωι, ὅπως]
ἡ σ[ύγ]κλ[ητος τῶι ἄρ]χοντ[ι τ]ῶι εἰς Ἀσίαν πορευομένωι ἐντολὰς
δῶι, ἵνα φρο[ντίσ]ηι καὶ ἐπιστροφὴν ποιήσηται, ὅπως τὰ ἐμφανῆ
αὐτοῖς ἀποδοθῆναι φροντίσηι, τούς τε αἰχμαλώτους
κομίσωνται περί τε τῶν [λ]οιπῶν ἵνα τύχωσι τῶν δικαίων·
65 ὅπως τε πρεσβευταῖς τοῖς παρὰ Στρατονικέων εἰς Ῥώμην
παρεσομένοις ἐκτὸς τοῦ στίχου οἱ ἄρχοντες σύγκλητον διδῶσ[ιν·]
περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· πρεσβευταῖς
Στρατονικέων κατὰ πρόσωπον ἐν τῆι συγκλήτωι φιλανθρώ-
πως ἀποκριθῆναι, χάριτα φιλίαν συμμαχίαν ἀνανεώσασθαι,
70 τοὺς πρεσβευτὰς ἄν[δρα]ς καλοὺς καὶ ἀγαθοὺς καὶ φίλους
συμμάχους τε ἡμε[τέρο]υς παρὰ δήμου καλοῦ καὶ ἀγαθοῦ
καὶ φίλου συμμάχου [τε ἡμ]ετέρου προσαγορεῦσαι ἔδοξεν.
περί τε ὧν οὗτοι οἱ [πρεσβευ]ταὶ λόγους ἐποιήσαντο καὶ περ[ὶ ὧν]
Λεύκιος Κορνήλι[ος Σύλλα]ς Ἐπαφρόδιτος Δικτάτωρ λόγο[υς]
75 [ἐποιήσατο, γνωστὸν εἶναι Ῥω]μαίοις [κατὰ τὰς ἀποσταλείσς]
[παρ]ὰ τῶν Ἀσίαν τήν τε Ἑλλάδα [διακατασχόντων τῶν τε ἐν]
[ταύτα]ις ταῖς ἐπαρχείαις πρεσβευ[τῶν γεγενημένων ἐπιστολὰς]
[τοὺς] Στρατονικεῖς τήν τε φιλίαν κ[αὶ πίστιν καὶ εὔνοιαν πρὸς τὸν]
[δῆ]μον τὸν Ῥωμαίων διὰ τέλους [ἐν καιρῶι εἰρήνης πολέμου]
80 [τε] <ἀ>εὶ συντετηρηκέναι στρατιώ[ταις τε καὶ σίτωι καὶ μεγάλαις]
[δαπάν]αις τὰ δημόσια πράγματα [τοῦ δήμου τοῦ Ῥωμαίων]
[προ]θυμότατα ὑπερησπικέναι π[—]
[․․]υς ὑπὲρ τῆς μεγαλοφροσύνη[ς τῆς ἑαυτῶν αὐτοῖς συμπε]-
[πολ]εμηκέναι τοῖς τε βασιλέω[ς Μιθραδάτου ἡγεμόσιν]
85 [δυν]άμεσίν τε ἐπανδρότατα πε[ρὶ τῶν πόλεων τῆς Ἀσίας καὶ]
[τῆς] Ἑλλάδος ἀ[ν]τιτετάχθαι·
[περὶ τούτων τῶν πραγμάτων οὕτως ἔδοξεν· ἀρέσκειν τῆι συγ]-
[κλήτωι ἀνδρῶν ἀγαθῶν Ῥ]ωμαίων [τε ἀπο]μνημ[ονεύειν καὶ προ]-
[νοεῖν ὅπως Λεύκι]ος Κορνήλιος Σύλλας Ἐπαφρόδιτ[ος]
90 [δικτάτωρ τὸν ἀν]τιταμίαν ξένια αὐτοῖς κατὰ τὸ διάτα[γμα δοῦ]-
[ναι κελεύσῃ, οἷς] τε νόμοις ἐθισμοῖς τε ἰδίοις πρότερον
[ἐχρῶντο, τού]τοις χράσθωσαν·
[ὅσους τε νόμους αὐτο]ὶ ψηφίσματά τε ἐποίησαν τούτου τοῦ [πολέ]-
[μου ἕνεκεν τοῦ πρ]ὸς Μιθραδάτην γενομένου, ἵνα τούτο[ις ταῦτα]
95 [πάντα κύρια ὑπάρ]χωσιν· ἅς τέ τινας τῆς τούτων ἀρετῆ[ς καταλο]-
[γῆς τε ἕνεκεν μετ]ὰ συμβουλίου γνώμης Λεύκιος Σύλ[λας αὐ]-
[τοκράτωρ τοῖς αὐ]τοῖς προσώρισεν συνεχώρησεν [πολιτεί]-
[ας προσόδους χω]ρία κώμας λιμένας τε τούτο[ις, ἵνα ταῦτα
[αὐτοῖς ἔχειν ἐξῆι· τό]ν τε δῆμον τὸν Ῥωμαίων [—]
100 [— προση]κόντως ἀξίως τε αὐτ[οῦ —]
[—] τά τε Στρατονικεῦσιν [ἐψηφισμένα? —]
[—] ἀποδεκ[τὰ ὑπάρχει]ν δεῖν·
[ὅπω]ς τε Λεύκιος Κορνήλι[ος Σύλ]λας Ἑπαφρόδιτος δικτάτ[ωρ, ἐὰν αὐτῶι]
[φα]ίνηται, ἅς αὐτὸς αὐτοκράτωρ Στρατονικεῦσιν πολι[τείας]
105 [κ]ώμας χώρας λιμένας τε προσώρισεν, ἐπιγνῶι διατάξη[ι ὅσας ἑκάστη]
προσόδους Στρατονικεῦσιν τελῆι·
[ἐά]ν τε διατάξηι, πρὸς ταύτας τὰς πολιτείας, ἅς Στρ[ατονικεῦσιν]
προσώρισεν, γράμματα ἀποστείληι, ἵνα τοσοῦτον τ[έλος]
Στρατονικεῦσιν τελῶσιν·
110 [τ]οῦτό τε, οἵτινες ἄν ποτε ἀεὶ Ἀσίαν τήν τε Ἑλλάδα ἐ[παρχείας]
[δια]κατέχωσιν, φροτίζωσιν διδῶσίν τε ἐργασίαν, ἵν[α ταῦτα]
[οὕτως γίν[ω]νται.
τὸ [ἱερ]ὸν τῆς Ἑ[κάτης] ὅπως ἦ[ι ἄσυλον·]
ἀνθύπατος ὅστις ἂν ἀεὶ Ἀσίαν ἐπ[αρχείαν]
115 διακατέχηι, ἐπιγνώτω ἅτινα αὐτοῖς ἄ[πε]στιν.
οἵ τέ τινες ταῦτα διήρπασαν, οἵ τέ τινε[ς δ]ιακατέ-
χουσιν αὐτά, ἵνα παρ’ αὐτῶν ἀποδοθῆναι ἀποκατα-
σταθῆναι φροντίσηι· ἵνα τε τοὺς αἰχμαλώτους
ἀνακομίσασθαι δύνωνται· ὑπέρ τε τῶν λ[ο]ιπῶν
120 πραγμάτων τῶν δικαίων τύχωσιν ο[ὕ]τ[ω κα]θὼς ἂν
αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτ[ων πισ]τεώς
τε τῆς ἰδίας φαίνηται· ἔδοξεν.
στέφανόν τε τὸν παρὰ τοῦ δήμου [τῆι συγκλήτωι]
ἀπεσταλμένον, οὗ ἂν Λεύκιος [Κορνήλ]ιος
125 Σύλλας Ἐπαφρόδιτος δικτάτ[ωρ]
[ἡγ]ῆται [ἀγαθὸν ὅπως ἀναθεῖναι αὐτοῖς]
[ἐξῆι, θυσίαν τε ἐν τῶι Καπετωλίωι ἂν θέ]-
[λωσιν ὅπως αὐτοῖς ποιῆσαι ἐξῆι·]
[τοῖς τε πρεσβευταῖς παρὰ Στρατονικέων εἰς]
130 [Ῥώμην παρεσομένοις ἔδοξε σ]ύγκλητον
[ὑπὸ τῶν ἀρχόντων ἐκτὸς τοῦ στίχου δίδ]οσθαι· [ἔδοξεν.]
Search Help
Contact Us