Decision of [strate]g̣ọṣ Eupolemos regarding ateleia for
Diokles Dionos of Kos and referring to proxeny decree of
Plataseis, on anta-block; III1; found at Labraunda: BE
1961:673; ILabraunda 42 (PH); BE 1973:408; BE 1977:54; Daux, BCH
102, 1978, 606; BE 1979:450; BE 1980:480; SEG 28, 846 + 1665;
*Hornblower, Mausolus M8; Piejko, OAth 18:9, 1990, 141-142.
[ ]
Hornblower, Mausolus M8
1 | [—] |
[ἔδ]ω̣κ̣ε̣ν̣ Εὐπόλεμος στρατοπεδεύων ἐν Κωράνζοις [στρα]- | |
[τη]γ̣ὸ̣ς̣ ἐγ Κοβολδωου φυλῆι· ἐπειδὴ Διοκλῆς ψήφισμα ἀ̣νῄ- | |
ν̣εγκεν ἐφ’ ἡμᾶς ὑπὲρ τῆς ἀτελείας, ἣν ἐδεδώκεισ̣αν ἐνό̣ν̣- | |
5 | [τ]ες Π̣λατασεῖς Δίωνι τῶι πατρὶ αὐτοῦ καὶ τοῖς ἐγγόνοις κα[ὶ] |
[π]ερὶ τούτων ἀνέγραψαν εἰς στήλην ἐν τῶι ἱερῶι, κρί<ν>ομεν̣ | |
κ̣αὶ ἡμεῖς εἶναι αὐτῶι τὴν ἀτέλειαν κατὰ τὴν ἀναγρα- | |
[φ]ὴν τὴν ἐν τῆι στήληι γεγραμμένην τήνδε· v Πιξωδάρο[υ] | |
ξ̣αιτραπεύοντος ἔδοξεν Πλατασεῦσιν Δίωνα Διοδώ- | |
10 | [ρ]ου Κώιον χρήσιμον γεγενημέν̣ον τῆι χώραι πρόξενον |
[εἶ]ν̣αι καὶ εὐεργέτην καὶ πολί̣τ̣η̣ν̣ αὐτὸν καὶ ἐγγόνους | |
[καὶ μ]ετεῖναι αὐτοῖς καὶ ἱερῶν καὶ ὁ̣σ̣ίων καὶ γῆ[ς] καὶ οἰκίας | |
[ἐγκτ]ήσ<εως>, εἶναι δὲ αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θ̣άλασσαν | |
[εἰσαγω]γὴν καὶ ἐξαγ[ωγ]ὴν ἀσ̣υ̣λ̣ὶ καὶ ἀσπονδί· ἐὰν δέ τις | |
15 | ἐ̣π̣[ιγραφὴ?] γίνη[τα]ι̣ Π̣λα̣[τ]α̣σ̣εῦ̣[σ]ι̣ν̣ [βασ]ι̣λ̣ι̣κ̣ὴ ἢ πολιτική̣, v3 |
Δ̣ί̣ω̣ν̣α̣ καὶ τοὺς ἐγγόνου̣ς̣ ἐ̣λ̣[ε]υ̣θ̣έ̣[ρ]ο̣υ̣ς καὶ ἀτελεῖς̣ εἶν[αι] | |
[τὸν ἀεὶ χ]ρ̣ό̣νον, τὰ δ̣ὲ̣ βασιλικ[ὰ] τέλη τελ̣εῖν· ἐξέστω δὲ̣ | |
αὐ̣τ̣ῶ̣ι κ̣αὶ ε̣ἰς̣ φ̣υ̣λὴν π̣ροσγράφε̣σθαι ἣν ἂν βούληται. v2 | |
vacat |