Letter of Olympichos to Mylasa announcing dedication of
lands to Zeus Osogo, on stele; c. 235 BC, inscribed II2;
found at Labraunda: *ILabraunda 8.B (PH); **BE 1970:549 (l. 20,
24); Piejko, OAth 18:9, 1990, 137.
[ ]
ILabr 8B
| 10 | Ὀλύππιχος τῆι βουλῆι καὶ τῶι δήμωι χ[αίρειν· προαιρούμενοι] |
| [ε]ὐεργετεῖν ἐν παντὶ καιρῶι τὰ μέγιστα τὴν πα[τρίδα οὐθενὸς οὐδέποτε] | |
| ἀπέστημεν τῶν εἰς δόξαν καὶ τιμὴν ἀνηκόν[των μεγάλους ὑποστάντες ὑ]- | |
| πὲρ ὑμῶν κινδύνους· παραλαβόντες γὰρ τὴν [ὑμετέραν πόλιν τὴν φρου]- | |
| ρὰν ἐκ τῆς ἄκρας ἐξαγαγόντες ἐλ̣ευθέραν̣ [καὶ] δη̣μ̣οκρατουμένην ἀπο- | |
| 15 | κ̣ατεστήσαμεν ὑμῖν· α̣ἱρού̣[μ]ε̣ν̣[οι δ’ ἐν οὐθε]ν̣ὶ δ[ε]ύτεροι εἶναι τῶν εὐεργετη̣- |
| σά̣ντω̣ν̣ π̣ο̣[τὲ τὴν πό]λιν, τ̣ά̣δ̣ε βουλόμενοι ὑμῖν τε χαρίζεσθαι καὶ τὰ ἱε- | |
| [ρὰ τὰ ἐν τ]ῆ̣ι̣ πατρίδι αὔξειν· τ̣ὰς ὑπαρχούσας ἡμῖν γέας πάσας κα̣ὶ τοὺς | |
| [παραδεί]σ̣ους καὶ τὰς ἐν τούτοις ἐπούσας ο̣ἰκήσεις καὶ τὰ προσκύροντα̣ | |
| [πάντα] τ̣αῖς γέαις ταύταις κατὰ τὰς προϋπαρχ̣ούσας ὁμ̣ουρείας ἃ εἰώνημα̣[ι] | |
| 20 | [παρὰ β]ασιλίσσης Λαοδίκης, ἀνατίθημι τῶι Διῒ τῶι Ὀσογωι τ̣άδε, καὶ ἡ ἀ̣π̣ὸ το̣[ύ]- |
| [των] πρόσοδος ὑπάρχηι τῶι θεῶι ἐς τὸν ἅπαντα χρόνον καὶ καταναλίσ- | |
| [κη]ται εἰς τὴν κατὰ μῆνα γινομένην παν<ήγυριν> τῶι Διΐ, καὶ τὰ ἀνατεθέντα ὑ̣φ̣’ ἡ- | |
| [μ]ῶν ἐμ μνήμηι καὶ τηρήσει ἦι, καὶ ἡ πρόσο̣δος αὔξηται· καλῶς ἂν ποιή̣σαι- | |
| [τ]ε ψηφισάμενοι μισθῶσαι αὐτὰ εἰς πατρικὰ τακτοῦ καὶ ἀναγ̣ράψαι̣ | |
| 25 | τ̣ὰ ὑφ’ ἡμῶν γραφέντα ἔν τε τῶι ἱερῶ[ι] τοῦ Δι{ι}ὸς {²⁶Διὸς}²⁶ Οσογω καὶ ἐν τῶ̣ι ἱε̣ρ̣ω̣ι̣ τοῦ |
| [Δ]ιὸς Λαβραύνδου ἐν τοῖς ἐπιφανεστάτοις τόποις. v3 ἔρρ[ωσθε.] vacat |