Letter of Basileus Philip (V) to Olympichos concerning Mylasa, on anta-block; c. 220 BC; found at Labraunda: Persson, Illustrated London News Jan. 1949, p. 85 (PH) (part) (non vidi); Vogliano, Acme I 1948, 389-390 (part); BE 1950:182 (part); *ILabraunda 7 (PH); BE 1970:548; BE 1972:422; Piejko, OAth 18:9, 1990, 137.  
[ ] ILabr 7
1 βασιλεὺς Φίλιππος Ὀλυμπίχωι χαίρ̣[ειν· εἰ ἔρρωσαι,]
τὸ δέον ἂν εἴη· κἀγὼ δὲ ὑγίαινον· καὶ τ[ὴν παρὰ σοῦ]
ἐπιστολὴν ἀνέγνων ἣν ἐγεγράφεις π̣[ερὶ τῶν Μυλα]-
σέ̣ων κ̣α̣ὶ οἱ π[ρεσβ]ε̣υ̣τ̣α̣ὶ̣ οἱ πα̣ρ̣[ὰ] τῆς π[όλεως αποδόν]-
5 τ̣ε̣[ς] μ̣οι̣ τ̣ὸ̣ [ψήφισμα] δ̣ι̣ε[λ]έ̣[γ]ο̣[ν]τ̣ο̣ [περὶ τῶν ἀξιουμέ]-
[νων, καὶ γέγραφα τῆι πόλει ἐπιστολὴν ἧς ὑποτέταχά]
σοι τ[ὸ] ἀ̣ντί̣γ̣ρ̣αφον̣, τ̣ὸ δὲ ἱερὸν̣ [κ]α̣[ὶ τ]ὴ̣[ν χώραν καὶ τἆλλα,]
ὥσ̣πε[ρ] καὶ σὺ ὤιου δεῖν, ἀποδίδοσθαι [αὐτοῖς κατὰ τοὺς]
[ὅρκ]ο̣υς οὓς ἐποιήσω, καθ’ ὃν καιρὸν Σέλ[ευκ]ο̣[ς ἐλευθέ]-
10 ρ̣α̣ν̣ ἐκα̣θ̣ε[ῖ]σ̣[ε]ν̣ τ̣[ὴν π]όλιν, κ̣αὶ ἐγὼ δίκα̣[ιον ε]ἶ̣ν[αι κρίνω]
[ἄ]λ̣λ[ως] τ̣[ε δ]ὴ̣ καὶ τ[ῆ]ς πό̣[λ]εως ἀπο̣[δείξ]ει̣ς οὐ̣ μ̣[ικρὰς]
[π]εποιημένης τῆς εὐνο̣ί̣ας, καθ’ ὃν [καιρ]ὸν τὸν πα̣τ̣[έρα]
[ε]ἰ̣[ς τὴ]ν πόλιν προσεδέξαντο· ποίησαι οὖν αὐτο̣ῖ̣[ς]
τὴν̣ πα̣ρ̣άδοσιν, ὥσπερ ἐν τοῖς ὅρκοις ὡμολόγη[ται.]
15 vacat [ἔρρ]ω̣σο v ἔ̣τ̣ους τρίτου Αὐδνα[ί]ο[υ]
vacat
Search Help
Contact Us