Letter of [Basileus Philip (V) to boule] and demos [of Mylasa] on status of Labraunda, on anta-block; c. 220 BC; found at Labraunda: *ILabraunda 5 (PH); BE 1970:546; **Roesch, RA 1971, 354 (ll. 2, 47-48); **Habicht, Gnomon 44, 1972, 165 (ll. 5, 17-18); BE 1972:419,422; Piejko, OAth 18:9, 1990, 136.  
[ ] ILabr 5
1 [βασιλεὺς Φίλιππος Μυλασέων τῆι βουλῆι]
[κ]αὶ τῶι δήμ̣ωι [χαίρειν· οἱ πρεσβευταὶ οἱ παρ’ ὑ]-
[μ]ῶν v Καλλίσ[τρ]α̣[τος,] Π̣λ̣[․․․․․c.14․․․․․]
τ̣ό τε ψήφισμα ἀ̣π̣έδω[κ]αν, κα[θ’ ὃ ἐψηφίσασ]-
5 [θ]ε περὶ τῆς ἐπιστολῆς, ἣν ἔλα̣β̣ε̣[ν Ἑκατόμ]-
<νως?> [ὁ ἱ]ερεὺς τοῦ Διὸς τοῦ Λαβραύνδου πα̣[ρὰ τοῦ]
πατρὸς πρὸς Χρυσαορεῖς περὶ τοῦ τ’ ε[ἶναι τὴν]
ἱερωσύνην αὐτῶι καὶ τὴν τοῦ τόπου ἀ̣[σφά]-
λειαν ὑπάρχειν καὶ τὴν ἀτέλει̣α̣ν̣ τ̣ῆ̣[ς χώρας]
10 τοῖς προγόνοις αὐτοῦ ἐπιχωρηθ̣ῆ̣[ναι ἀεὶ]
ὑπὸ τῶν βασιλέων, ὡς παρακρουσα[μένου]
τοῦ Ἑκατόμνω καὶ οὐθὲν ἀληθὲς εἰρη̣κ̣ότ̣[ος]
%⁸⁰ διὸ καὶ οὐδὲ ἀποδοῦναι αὐτὸν παραχρῆμα τὴ̣[ν]
ἐπιστολήν, ἀλλ’ ὡς μετήλλαξεν ὁ πατήρ%⁸⁰ τὸ [μὲν]
15 ἱερὸν οὔτε Χρυσαορεῦσιν προσήκει[ν] ο̣ὔ̣τ̣ε [τοῖς]
λοιπ̣οῖς Καρσὶν ἀλλ’ ὑμέτερον εἶναι, το̣[ὺς δ]ὲ Χ[ρυ]-
σαορεῖς ζητοῦντας ἐ[ξι]διάσασθαι αὐτ[οῦ ἐκ]-
[κλε]ίειν?, καὶ αὐτοὶ ἀσπασάμενοί με ὑπὲ[ρ τοῦ]
δ̣ή̣μο[υ] κ̣αὶ συνησ{․}θ̣έντες ἐπὶ τῶι ὑγιαί̣[νειν]
20 καὶ τὰ πράγματα κατὰ λόγον προχωρεῖν, ὥσπερ
τὸ ψήφισμα αὐτοῖς συνέτασσεν, διελέγοντο v2
φάμενοι τὸ ἱερὸν ὑμέτερον εἶναι ἱδρυθὲν ὑπὸ τῶν
προγόνων καὶ τὸν τόπον καὶ τὴν χώραν τὴν κατὰ
Λαβράυνδα v εἶναι τοῦ δήμου καὶ τὰ προσόδια τὰ v2
25 ἐκ ταύτης διατετελεκέναι πάντα τὸν χρόνον v2
λαμβάνοντας ὑμᾶς καὶ ἀπὸ τούτων θυσίας καὶ̣
πανηγύρεις συντελεῖν, περὶ ὧν καὶ ψηφίσματα ἀνέ̣-
γνωσαν καὶ τοὺς ἀποδεδομένους λόγους τῆι v
πόλει τῆς προσόδου παρά τε τοῦ ἱερέως καὶ τῶν̣
30 μεμισθωμένων τὰς κτήσεις τὰς καθηκούσας τῶ[ι]
θεῶι ἐπεδείκνυον· v ἀπέφαινον δὲ καὶ τοὺς ἐν τῶ[ι]
ἱερῶι διατρίβοντας πολίτας ὑμῶν εἶναι καὶ φυλὰς v
νέμειν καὶ τοῖς αὐτοῖς <⁶¹>⁶¹[⁵¹χρησ]⁵¹ χρῆσθαι νόμοις, καὶ v
Σέλευκον δὲ ἀφιέντα τὴν πόλιν ἐλευθέ̣ρ̣αν ἀποδοῦ-
35 ν̣αι ὑμῖν τά τε λοιπὰ χωρία τὰ προσόντα τῆι πόλει κα[ὶ]
[τ]ὸ ἱερόν, ὥσπερ ἐξ ἀρχῆς εἴχετε, κα̣ὶ̣ τ̣ὸν̣ Ὀλύμπιχον̣,
[ὡ]ς Σέλευκος̣ ἐ̣ν̣ε̣τεί̣λ̣α̣το ἐξαγαγε̣[ῖν τ][στρατόπε]-
[δα, διατ]ε̣τ̣[ελεκέναι? ․․․․c.13․․․․․ παραμένοντα]
[ἐπ]ὶ̣ τῶν ἐν τῆι χώραι φρουρίων̣, κ̣[αὶ κατὰ δὲ τὰ ὑπ’ αὐ]-
40 [τ]ο[ῦ] συ̣γκεχωρημένα ὅρκον τινὰ πο̣ηθῆναί τε καὶ]
ἀναγεγράφθαι ἐν στήλαις καὶ ἀνα̣[τεθῆναι ἐν τοῖς]
[ἱε]ρ̣οῖς, ἐν ὧι καταχωρίσαι αὐτὸν ἐν τῆ̣ι̣ [κατ]α̣[γραφῆι? τό]
[τε ἱ]ε̣ρὸν τοῦτο καὶ τὴν χώραν τήν τε κατὰ [Λαβρ]ά̣υ[νδα]
κ̣αὶ τὴν ἄλλην τὴν οὖσαν ὑμετέραν καὶ ὃ̣ αὐτ̣[ὸς ἤ]-
45 [δη? διὰ] μακρο[τ]έρων ἐγεγραφείκει μοι ἀποχ̣α̣ρ̣ι̣ε̣[ῖσθαι]
[ὑμῖν,] ὡς καὶ δίκαιον ἀξιοῦσιν, καὶ̣ προσήκον̣[τ]ο̣ς αὐ-
[τῶι τ]ὸ̣ κατὰ τοὺς ὅρκους βεβαιοῦν ἐγὼ παρ<α>κολουθή-
[σας τῶι ψηφίσματι ἐν] ὧ̣[ι] τήν π̣[οτέ τ]ε̣ πρ[ὸ]ς τὸν πατέρα
[εὔνοιαν ἐδηλώσατε —]
Search Help
Contact Us