Decree (of Mylasa) concerning sacred works in shrine (of
Labraunda), on architectural block; early imperial; found at
Labraunda: *ILabraunda 56 (PH); BE 1973:412; **Poilloux, AC 42,
1973, 548-549 (l. 2); BE 1987:233.
[ ]
ILabr 56
0 | [— μηδεὶς] |
[τὰς εἰσαγομένας? δ]ίκα̣ς̣ [π]ερὶ τ[ο]ύτω̣ν ε̣ἰ̣ς̣ τ̣ὸ̣[ν δῆμ]ο̣[ν ἐνγραφέ]- | |
[σθ]ω̣? τῆι τῶν ἐνκλημάτων τάξει, καθ’ ὃ ἔ̣τι εἰσάγοντα[ι] v α̣ἱ̣ ἐ̣[κ τοῦ] | |
π̣αρανόμου ψηφίσματος δίκαι, v ἐξεῖναι δὲ τοῖς ἄρχου̣σι̣ [καὶ] | |
τῶι γραμματεῖ τῆς βουλῆς καὶ τῶι ἱερεῖ τοῦ θεοῦ v καὶ τῆι βουλῆι ε̣ἰ̣[σ]- | |
5 | ανγέλλειν τὸν ἀδικοῦντα ἢ κακουργοῦ<ν>τα ἐπιστάτην περὶ τὰ ἔ[ρ]- |
γα τοῦ ἱεροῦ, τὴν δὲ βουλὴν v ἐπιστρέφεσθαι κατὰ τοῦ ἀδικήσα[ν]- | |
τος τοῦ ἀδικήματος ἀξίως καὶ ζημιοῦν ὅσῳ κυρία ἐστί[ν,] | |
ὄντος αὐτοῦ ὁμοίως καὶ ὑπευθύνου τῶι ἀδικήμα̣τ̣ι τῶ[ι] | |
ἱερῶι, καθότι προγέγραπται· τὰ δὲ ἐκ τῶν προσόδων | |
10 | [τ]ο̣[ῦ θ]ε̣[ο]ῦ περισσεύοντα κατ’ ἐνιαυτὸν χρήματα ὑπὲρ τὰ̣ δαπα- |
[νήματα αὐτ]ῶ̣[ι] τῶι̣ θεῶι v εἴς τε τὰς μισθοφορὰς τῶν δημοσί- | |
[ων καὶ εἰς τὰ ἱερὰ ἔργα? δίδοσ]θ̣αι ὀφείλο̣ντα μηδενὶ ἐξέστωι | |
[εἰς μηδὲν ἄλλο ἀναλίσκειν?· τῶι δὲ τῆς β]ο̣[υλ]ῆ̣ς̣ γ̣ρ̣αμματεῖ δι’ ὑ̣- | |
[ποψίας τινά — ἔχοντι? —]ω̣ι μηδὲ | |
15 | [․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․]π̣[ι] |