Honorary decree by Mausollos and Artemisie for people of Knosos, granting them proxeny, on stele; c. 357 BC; found at Labraunda: ILabraunda 40 (PH); BE 1973:407; BE 1977:54; *Hornblower, Mausolus M7.  
[ ] Hornblower, Mausolus M7
1 [ἔ]δοξε Μαυσσώλλωι κα̣ὶ [Ἀρτε]μισίηι· ἐπειδ[ὴ]
Κ̣ν̣ώσιοι καὶ ἰδίηι καὶ δ̣ημοσίη[ι διὰ] τ̣έ̣[λους]
ἄνδρες ἀγαθοί εἰσι περὶ Μαύσ[σ]ωλλο[ν] v3
καὶ τὰ Μαυσσώλλου πράγματα, εἶν̣α̣[ι] v2
5 αὐτοὺς π[ρ]οξένους καὶ εὐεργέτας̣ ἐ̣[ς τ]ὸ̣[ν]
ἀεὶ χρόνον· εἶναι δὲ καὶ ἀτέλεια̣ν̣ α̣ὐ[τοῖς,]
ὁπόσης Μαύσσωλλος ἄρχει, κα̣ὶ ἔσ̣[π]λ̣ο̣[υν]
καὶ ἔκπλουν ἀσυλὶ καὶ ἀσπονδεί· ἐ̣ὰ̣[ν δέ τις]
ἀδικῆι Κνωσίους, ἐπιμέλεσθαι̣ vacat
10 Μαύσσωλλον καὶ Ἀρτεμισίην, ὅπω̣ς̣ v3
μὴ ἀδικήσονται, κατὰ δύναμιν̣ vacat
τ̣ὴν αὐτῶν.  vacat
vacat
Search Help
Contact Us