[ ] Att. — stoich. 31 — 320/19
1 ἀναγραφεὺς Ἀρχέδ[ι]κος Ναυκρίτου Λαμπτ[ρεύ]ς.
ἐπὶ Νεαίχμου ἄρχοντος ἐπὶ τῆς Ἐρεχθη-
ΐδος δευτέρας πρυτανείας εἷ Θηρα[μ]έν-
ης Κηφισιεὺς ἐγρα[μμ]άτευε· Βοηδρ[ομ]ιῶ-
5 νος ἑνδεκ[ά]τει, [μ]ιᾶι καὶ τ[ρ]ιακοστεῖ τῆ-
ς πρυτ[α]νείας· τῶν προέ[δρ]ω[ν] ἐπεψήφ[ιζ]ε
Διόδοτος Ἰκαριεύ[ς]· ἔδ[οξ]εν [τ]ῶι δήμωι· Δ-
ημάδη[ς] Δημέου Παιανιεὺς εἶπεν· ὅπως ἂ-
ν ἡ ἀγορὰ ἡ ἐ[μ] Πειραε[ῖ] κ[α]τασ[κε]υασθ[εῖ] κ-
10 αὶ ὁμαλισθεῖ ὡς κάλλιστα κ[α]ὶ τὰ ἐν τῶι
ἀγορανο[μ]ίωι ἐπι[σ]κευασθεῖ ὅσων προσ-
δεῖται ἅπαν[τ]α, ἀγαθῆ[ι τ]ύχηι δεδό[χ]θαι
τῶι δήμωι τοὺς ἀγορανό[μ]ους τοὺς ἐμ Π[ε]-
ιραιεῖ ἐπι[μ]εληθῆν[α]ι ἁπάντων τούτων, τ-
15 ὸ δὲ ἀνάλωμα εἶναι εἰς ταῦτα [ἐκ] τοῦ ἀργ-
υρίου οὗ οἱ ἀγορανόμοι διαχειρίζουσ-
ιν· ἐπειδὴ δὲ καὶ ἡ τῶν ἀστυνόμων ἐπιμέ-
λεια προστέτακται τοῖς ἀγορ[α]νόμοις,
ἐπιμεληθῆναι τοὺς ἀγορανόμους τῶν ὁ-
20 δῶν τῶν πλατειῶ[ν], ἧι ἡ πομπὴ πορεύεται
τῶι Διὶ τῶι Σωτῆ[ρι κα]ὶ τῶι Διονύσωι, ὅπ-
ως ἂν ὁμαλισθῶσιν καὶ κατασ[κ]ευασθῶσ-
ιν ὡς βέλτιστα, τ[ὰ] δὲ ἀν[αλ]ώματα εἶν[α]ι ε-
ἰς ταῦτα ἐ[κ] το[ῦ] ἀργυρ[ίο]υ οὗ ο[ἱ ἀ]γορανό-
25 μοι διαχειρίζουσιν. ἐπαναγκαζόντων
δὲ καὶ τοὺς τὸν [χ]οῦν κατα[βε]βληκότας ε-
ἰς τὰς ὁδ[ο]ὺς ταύτας [ἀ]ναι[ρ]εῖν τ[ρ]όπωι ὅ-
τωι ἂν ἐπίστων[τα]ι. ἐπε[ιδὰ]ν δ’ ἐπισκευα-
σθεῖ το[ῦ] ἀγορανομ[ί]ο[υ ἃ ἐνδε]ῖται καὶ τ-
30 ῆς ἀγο[ρ]ᾶς καὶ τῶν ὁδῶν [δι’ ὧν] ἡ πομπὴ τῶι
τε Δι[ὶ] τῶι [Σ]ωτῆρι καὶ τῶι [Διον]ύσωι πέμ-
πεται, τὰ λο[ι]πὰ χρήμ[ατα κατ]α[βά]λλειν α-
ὐτοὺς πρὸς [το]ὺς [ἀθ]λοθ[έτας κατὰ τ]ὸν νό-
μον. ὅπως δ’ ἂν καὶ εἰς τὸ[ν] λο[ιπὸ]ν χρόνον
35 ὡς βέλτισ[τα] ἦι [κα]τ[εσκευασμ][ν]α τά τ’ ἐν
τῆι ἀγο[ρ]ᾶι τῆι ἐμ Π[ε]ι[ραεῖ] καὶ τὰ [ἐ]ν ταῖ-
ς ὁδοῖς, μὴ ἐξεῖναι [μηδενὶ μήτε] χοῦν κα-
[ταβά]λλειν μήτε ἄλλ[ο μηδὲν μήτε] κοπρῶ-
[να ․․․․ ἐ]ν τῆι ἀγορᾶι [μήτ’ ἐν τα][ς ὁ]δοῖς
40 [μηδαμοῦ· ἐὰν δέ τις] τ[ο]ύτων τι π[ο]εῖ, ἐὰμ μ-
[ὲν δοῦλος ἦι ἢ μέτοικος λ]αμ[βαν]έτω 𐅄 πλ-
[ηγὰς ․․․․․․․16․․․․․․․ ἐὰν] δ’ [ἐλε]ύθερ-
[ος ․․․․․․․․․20․․․․․․․․․]#⁷ΣΛΥΤΩΙΕ․
— — — — — — — — — — — — — — — ΣΛΣΛ․․
45 — — — — — — — — — — — — — — — — #⁷Ν․․
Search Help
Contact Us