Honorary/dedicatory inscription for Aurelia Eirene by boule
and damos, to theoi; 22/31; found at Knidos: Leake, Asia
Minor p. 226 note; CIG 2653; *SGDI 3509.
1 | ἁ βουλὰ καὶ ὁ δᾶμος |
Αὐρηλίαν Εἰρήνην, θυγατέρα μὲν | |
Νεικάδα, γυναῖκα δὲ τοῦ πάντα | |
ἀρίστου Μάρ(κου) Αὐρ(ηλίου) Εὐδόξου δίς, | |
5 | ἱερέως διὰ βίου τοῦ μεγίστου καὶ ἐν- |
φανεστάτου θεοῦ Ἡλίου καὶ δαμι- | |
ουργοῦ, ἀρετᾷ βίου καὶ σωφροσύνᾳ | |
κεκοσμ<η>μέναν, πανηγυριαρχήσασαν | |
φιλοτείμως καὶ ἐπιφανῶς, τὰν τει- | |
10 | μὰν ἀναστ<άσ>αντος ἐκ τῶν ἰδίων |
τοῦ ἀνδρὸς αὐτᾶς καθὰ τᾷ πατρίδι | |
ὑπέσχετο, vacat | |
vacat θεοῖς. |