Honorary decree for Parasitas, on marble; Hellenistic; found at Datça, later on Nisyros: *Dubois, BCH 7, 1883, 485 (* for ll. 18-22); *SGDI 3501 (* for ll. 1-17); **Robert, RPh 53, 1927, 117 note 5 (ll. 9-10); SEG 4, 174.  
[ ] BCH 1883, 485
See also:
0 [ἔδοξε Κνιδίοις, γνώμα προστατᾶν· ἐπειδὴ Παρασίτας — διατελεῖ τᾶι πόλι πράσ]-
<σ>ων πάντα τὰ συμφέροντα, [τιμᾶσαι αὐτὸν εἰκόνι λιθίνα]-
<ι> καὶ ἄλλαι εἰκόνι χρυσέαι, ἀ[ναστᾶσαι δὲ καὶ ἄλλαν ἀρ]-
[γ]υρ[έ]αν· ὑπάρχειν δὲ αὐτῶι κ[αὶ ἀναγόρευσιν ἐν]
[τοῖ]ς Διονυσίοις καὶ Ἰακυνθοτρ[οφίοις· καλεῖσθαι δὲ κ]-
5 αὶ αὐτὸν καὶ τοὺς ․․ ἐκγόνους [αὐτοῦ εἰς προεδρία]-
ν ἐν πᾶσι τοῖς τιθεμένοις [ἀγῶσιν· εἶμεν δὲ καὶ αὐ]-
τ<ῶ>ι σίτησ[ιν] ἐν δαμιοργε[ίωι ἇς κα ζώηι, μετὰ δ]-
ὲ τὰ<ν> μετάλλαξ<ι>ν το<ῦ> βίο[υ ἐνταφὰν κατὰ πόλιν καὶ
[τ]αφὰν δαμοσίαν· [κ]αὶ ῥέζειν τ[ῶν — καθ’ ἕ]-
10 καστον ἐν̣ι̣αυτὸν το[ῦ] μη[νὸς —]
νουμηνίαι ἱερεῖον τέλειον [τοῦ — ἀπ]-
οδει[χ]θέντος· κατεύχεσθ[αι δὲ καὶ τὸν κάρυκα τᾶς β]-
ουλᾶς ἐν τοῖς Διονυσίοις καὶ [τοῖς Ἰακυνθοτροφίοις πά]-
ντα ἀγαθὰ Παρασίται καὶ τοῖς ἐ[κγόνοις αὐτοῦ· καὶ στεφα]-
15 ναφορεῖν αὐτὸν τοῖς ἐψαφ[ισμένοις χρόνοις· γε]-
νέσθαι δὲ ἐπ’ αὐτῶι καὶ δαμ[οσίαν λαμπάδα τῶν νεωτέρω]-
ν καὶ ἀνδρῶν· καὶ ὅπως εἰς τ[—]
τατάχθηι περὶ τᾶς ῥεξ[—]
[λ]αμπάδος τοὺς αἱρεθέ[ντας —]
20 [․․] ἐπιμεληθῆμεν ΕΣΦ[—]
[․․․] ἀνκρίναντο ΘΟΔΟ[—]
[․4․․]χιλίας· εἰς δὲ [—]
Search Help
Contact Us