Honorary decree for [ ... ]s Drakontos; Hellenistic; found
near Keramos: *IKeramos 9 (PH); SEG 35, 1090.
[ ]
IKeramos 9
1 | [—]σ̣τ̣[—] |
[— ἀνασταθῆναι δὲ αὐτοῦ — εἰκό]να ἀπὸ δραχ[μῶν] | |
[— καὶ ἀναγραφῆν]αι ἐπὶ τοῦ βήματ[ος] | |
[ὅτι ὁ δῆμος ἐτίμησεν —]ν Δράκοντος ἀρετῆς ἕν[ε]- | |
5 | [κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]τ̣όν· ὑπάρχειν δὲ αὐτῷ καὶ προ̣- |
[εδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν· ἀναγορεύεσθαι δὲ αὐτοῦ | |
[καὶ τὰς τιμὰς κ]αθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ἀγωνο- | |
[θέτου ἐν τῶι ἀ]γῶνι τῶι γυμνικῶι καλεῖσθαι δὲ αὐτὸν | |
[ἐπὶ τὴν κοινὴν ἑσ]τίαν τοῦ δήμου ὑπὸ τοῦ στεφανηφόρου | |
10 | [κατ’ ἐνιαυτὸ]ν ἕκαστον ἐν τοῖς ταυροθυσίοις· στεφα- |
[νοῦσθαι δὲ κ]αὶ ἐν τῶι πρώτωι ἀγῶνι τῶι Διονυσίων ὑπὸ | |
[τοῦ ἀγωνοθέτ]ου καὶ ἀναγορεύεσθαι τὰς τιμὰς κατ’ ἐν[ι]- | |
[αυτὸν ἕκαστο]ν· καὶ ἐπειδὰν μεταλλάξῃ τὸν βίον, ταφῆνα̣[ι] | |
[αὐτὸν δημοσία]ι· θύεσθαι δὲ αὐτῶι κατ’ ἐνιαυτὸν ἕκαστον | |
15 | [ὑπὸ τῶν ἱερομ]νημόνων ἐν μηνὶ Ἡραίωι τῆι δωδεκάτηι τοῖς |
[γενεθλίοις αὐ]τοῦ κριὸν ἐπὶ βωμοῦ τοῦ ἀποδειχθέν- | |
[τος καὶ κατ]ατίθεσθαι ὑπ’ αὐτῶν ἆθλα παισὶν καὶ ἐ- | |
[φήβοις· ἀναγ]ραφῆναι δὲ καὶ τὰς τιμὰς αὐτοῦ ἐν στή- | |
[ληι λιθίνηι καὶ] ἀνατεθῆναι ἐν τῶι ἐπιφανεστάτωι | |
20 | [τόπωι· ἑλέσ]θαι δὲ καὶ ἄνδρας, οἵτινες τῆς τε τῶν τι- |
[μῶν ἀναγρα]φῆς καὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάν- | |
[τος ποιήσο]νται πρόνοιαν. [vacat οἵδε] ᾑρέθησαν· | |
[—] Ἀθηνοδώρου Μενέστρατος | |
[—ο]υ καθ’ ὑοθεσίαν δὲ Διομήδου | |
25 | [—δ]ωρος Λέοντος, Ἄνδρων Θεαγένου |
[ψῆφοι αἷς ἔδ]οξε δοῦναι τὰς τιμὰς ἐνακόσιαι | |
[—] μία αἷς δὲ μὴ | |
[ἑκατὸν τεσσ]αράκοντα? τέσαρες. |