Honorary decree of boule and de[mos] (of Keramos) for [ ... ]ophantos Dionysiou; AD 14/37; found at Keramos: *IKeramos 14 (PH).  
[ ] IKeramos 14
1 [ἔδ]οξε τῆι βουλῇ καὶ τῶι δή-
[μωι·] γνώμηι στρατηγῶν· ἐπεὶ
[․․․]όφαντος Διονυσίου ἀνὴρ
[ἀγα]θὸς καὶ πάσηι κεκοσμηιμέ-
5 [νος ἀ]ρετῆι φιλόπατρις καὶ φιλόδο-
[ξος ἐκ π]ρογόνων ἐνδόξων καὶ τε-
[τειμη]μένων ὑπὸ τοῦ δήμου ἀξι-
[όλογο]ν φρόνημα τῆς περὶ τὴν οἰκί-
[αν ἔχ]ων σεμνότητος ἐν παντὶ καὶ
10 [τὴν ε]ἰς τὴν πατρίδα φιλοτειμίαν
[ἀποδέ]δεικται, καὶ ἐν τῆι αὐθαιρέτωι
[μεγα]λομερεῖ γυμνασιαρχίᾳ, ἣν ἐ-
[τέλεσε]ν με[τὰ τ]οῦ παναρέτου ἀδελ-
[φοῦ αὐτ]οῦ Δ̣[ιον]υσίου, καὶ ἐν τῆι λαμ-
15 [πρᾷ στε]φαν[ηφορί]ᾳ αὐτοῦ, καὶ ἐν τού-
[τωι τὴ]ν εἰς τοὺς Θεοὺς Σεβαστοὺς
καὶ τὸν σύνπ̣α̣ν̣τ̣α οἶκον αὐτῶν καὶ
εὐσέβειαν καὶ εὐχαριστίαν αὐτοῦ ὁ
δῆμος [ἀ]ποδέδεκται, καὶ ἐν ἧι ἐτέ-
20 λεσεν εἰ[ς Ῥ]ώμην αὐτεφοδίῳ πρεσ-
βείᾳ πρὸς τὸν Σεβαστὸν Τιβέριον Καί-
σαρα, καὶ νῦν μετὰ τῆς πάσης χαρᾶς
καὶ προθυμίας, ἃ ἐπηνγείλατο τοῦ
τῆς στεφανηφορίας αὐτοῦ ἐνιαυ-
25 τοῦ, δινά[ρια] ὀκτακόσια δίδωσιν κα-
θὼς καὶ ἡ β[ο]υλὴ καὶ ὁ δῆμος προτ[ε]-
θύμηται ε[ἰ]ς τὰς τοῦ Σεβαστοῦ Τιβ[ε]-
ρίου Καίσαρος τειμὰς εἰς τὸ μέγιστο[ν]
καὶ ἐπιφανέστατον ἀνάθημα τῆς π[ό]-
30 λεως, εἰς τὴν Σεβαστὴν κατασκευ[α]-
ζομένην στοὰν διπλῆν ἐν τῆι ἄ[κ]-
ραι ὑπὸ τῶ[ν] ἐν ἀρχῆι στρατηγῶν τ[ῶν]
σὺν Ἰασικρ[ά]τηι Διονυσοδώρου· κ[υρω]-
θὲν δὲ τὸ [ψ]ήφισμα ἔδοξε ἀναγ[ρα]-
35 φῆναι ἐν [στή]ληι λευκολίθωι ἐν [τῇ κα]-
τασκευαζ[ο]μένῃ Σεβαστῆι σ[τοᾶι.]
Search Help
Contact Us