Honorary decree for L[yki]skos Apollokleus; I; found at
Keramos: Maiuri, ASAA 4-5, 1921-1922, 473, no. 19; SEG 4, 180;
*IKeramos 7; **Crampa, Gnomon 60, 1988, 606 (ll. 1-2); SEG 36,
992.
[ ]
IKeramos 7
0 | [ὁ δῆμος ὁ Κεραμιητῶν? ἐτίμησε] |
Λ[υκί]σκον Ἀπολλοκλεῦς [εὐεργέτην χρυσῶι στεφάνωι,] | |
εἰκόνι χαλκῆι, προεδρίαι ἐν [τοῖς γ]υνμνικ[οῖς καὶ θυ]- | |
μελικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, οἷς [ἂ]ν ἡ πόλις ποιῇ | |
πᾶσιν, ἀναγορεύσει τῶν τιμῶν κατ’ ἐνιαυτὸν ἐν πᾶσι | |
5 | τοῖς προειρημένοις ἀγῶσιν, κλήσει ὑπὸ τοῦ στεφα- |
νηφόρου ἐν τοῖς ταυροθυσίοις κατ’ ἐνιαυτὸν ἐπὶ τὴν | |
κοινὴν τῆς πόλεως ἑστίαν, θυσίαι κατ’ ἐνιαυτόν, καὶ | |
ἐπειδὰν μεταλλάξῃ τὸν βίον, ἐκφορᾶι καὶ ταφῆι δημο- | |
σίαι εὐσεβείας μὲν χάριν τῆς πρὸς τὸ θεῖον, ἀρετῆς | |
10 | δὲ ἕνεκεν καὶ εὐνοίας καὶ δικαιοσύνης, ἧς ἔχων |
διατετέλεκεν ἐν πᾶσιν τοῖς τῆς πόλεως καιροῖς. |