Honorary inscription for Zenon Agreophontos of Kaunos [by demos of Kaunos,] on plain rectangular block; *Bean, JHS 74, 1954, 95-97, no. 37.b (PH); BE 1956:274c; SEG 14, 649.b.  
[ ] JHS 74, 1954, 95-97, no. 37b
See also:
0 [ὁ δῆμος ὁ Καυνίων στεφανοῖ χρυσῷ]
στεφάνῳ, τειμᾷ δὲ καὶ εἰκόνι χαλκ[ῇ,]
Ζήνωνα Ἀγρεοφῶντος τοῦ Ἀντιπ[ά]-
τρου Καύνιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν
ἐκ προγόνων καλῶν καὶ φιλοδόξων,
5 πατρὸς στεφανηφόρου, στεφανηφ[ο]-
ρήσαντα Βασιλέος τοῦ θεοῦ καὶ γυ-
μνασιαρχήσαντα ἐκ τῶν ἰδίων καὶ
ἱερασάμενον τῶν Σεβαστῶν καὶ στ̣<ρ>α̣-
τηγήσαντα ἐπὶ τῆς πατρίου πολιτεί-
10 ας κα̣ὶ̣ π̣ρεσβεύσαντα δωρεὰν πρὸς
Αὐτοκράτορα, ἀρετῆς ἕνεκεν καὶ εὐ-
νοίας τῆς εἰς αὐτόν· τὴν δὲ ἀνάστα-
σιν τοῦ ἀνδριάντος ἐποιήσατο
ἐξ ἰδίου Διονυσία Ἀγρεοφῶντος
15 vacat ἡ γυνὴ ❦ αὐτοῦ.
Search Help
Contact Us