Decree of Kaunos accepting decree of Zmyrna, on large stele;
II; found at Kaunos: *Hellenica 7, 171-188, ll. 60-95; BE
1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.iii.
60 | ἐπὶ ἱερέως Μηνοδώρου τοῦ Ἀθηνοδώρου τοῦ Ἀλεξίου, [μ]ηνὸς Ἰλαστηριῶνος· ἔδοξε Καυ- |
νίων τῆι βουλῆι καὶ τῶι δήμωι· πρυτάνεων γνώμη· ἐπειδὴ Ζμυρναῖοι, φίλοι καὶ εὖνοι ὑ- | |
πάρχοντες τοῦ δήμου, ἀπέσταλκαν πρεσβευτὴν καὶ ψήφισμα ἐν ὧι γράφουσιν ὅτι, ἀποστει- | |
λάντων αὐτῶν πρὸς ἡμᾶς πρεσβευτὴν τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ἡμεῖς | |
ποιησάμενοι πρόνοιαν περὶ τούτων ἀπεστείλαμεν τοὺς δικαστὰς ἄνδρας καλοὺς καὶ ἀγα- | |
65 | θοὺς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου, οὓς διασαφοῦσιν |
παραγενομένους εἰς τὴν πόλιν αὐτῶν τὰς μὲν δεδικακέναι τῶν δικῶν καλῶς καὶ δικα[ίως] | |
καὶ κατὰ τοὺς νόμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοτιμίαν προσενεγκαμένους, τὰς [δὲ] | |
συν<λ>ελυκέναι, σπουδάσαντας καὶ τοὺς διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατα- | |
στῆσαι, ἐφ’ οἷς καὶ ἐπαινοῦσιν τὸν δῆμον ἡμῶν καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι τὴν ἐπ̣[ι]- | |
70 | μέλειαν γράψαντες τῶν στεφάνων ἵνα ποιῆται ὁ παρ’ αὐτοῖς ἀγωνοθέτης ἐν τοῖς συν- |
τελουμένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι, ἐπαινοῦσιν δὲ καὶ τοὺς δικαστὰς Ἀντιγέ- | |
νην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ τ̣ῆι δικαιο- | |
σύνηι ἧι ἐποιήσαντο περὶ τὰς κρίσεις καὶ στεφανοῦ{ν}σιν {²⁶στεφανοῦσιν}²⁶ ἕκαστον αὐτῶν χρυσῶι στεφά- | |
νωι, ἐπαινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτῶν γραμματέα Πυθίωνα Δημη- | |
75 | τρίου ἐπὶ τῶι παρεχῆσθαι τὴν καθ’ αὑτὸν χρείαν ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ |
στεφανοῦσιν θαλλοῦ στεφάνωι καὶ ὁ παραγενόμενος παρὰ Ζμυρναίων πρεσβευτής, | |
ἀ̣ν̣ὴρ καλὸς καὶ ἀγαθός, τό τε ψήφισμα ἀπέδωκεν καὶ ἐπελθὼν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆ- | |
μον διελέγη ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, σπουδῆς καὶ φιλοτιμίας | |
οὐθὲν ἐλλείπων, παρεκάλεσέν τε ἵνα ἡ ἀναγγελία τῶν στεφάνων τῶι δήμωι ἡ̣- | |
80 | μῶν καὶ τοῖς δικασταῖς γίνηται καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοις πα- |
ρ’ ἡμῖν ἀγῶσιν καὶ ἵνα πρόνοιαν ποιησώμεθα ὅπως καὶ παρ’ ἡμῖν ἀναγραφῇ τὸ ἀπεσ- | |
ταλμένον ὑπ’ αὐτῶν ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τό- | |
πωι καὶ ὅτι ταῦτα πράξαντες χαριούμεθα αύτοῖς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρ[ί]- | |
νασθαι Ζμυρναίοις ὅτι ὁ δῆμος ἀποδέχεται τὰ ἐψηφισμένα τίμια φιλοφρόνως καὶ ἐπαιν[εῖ] | |
85 | αὐτοὺς ἐπὶ τῶι μνημονεύοντα<ς> τῶν γινομένων εἰς αὐτοὺς ὑπὸ τοῦ πλήθους ἡμῶν συν̣- |
φερόντων τὴν ἁρμόζουσαν πεποιῆσθαι πρόνοιαν περὶ τῶν προγεγραμμένων, ἐνφα- | |
νιζέ{ι}τω {²⁶ἐνφανιζέτω}²⁶ δὲ Ζμυρναίοις καὶ ὅτι τὴν ἀναγραφὴν τοῦ ἀπεσταλμένου ὑπ’ αὐτῶν ψηφίσμα- | |
τος καὶ τὴν ἀναγγελίαν τῶν στεφάνων ποιήσεται καθ’ ἕκαστον ἔτος ἐν τῶι συντελε[σ]- | |
θησομένωι παρ’ ἡμῖν μουσικῶι ἀγῶνι καὶ ὁ ἀγωνοθέτης καθ’ ἕκαστον ἔτος ποιείσθω τὴν ἀ- | |
90 | ναγγελίαν τῶν στεφάνων ἐν τῶι μουσικῶι ἀγῶνι καθότι Ζμυρναῖοι παρακαλοῦσιν· ἀποδ̣[έ]- |
ξασθαι δὲ καὶ τὴν προαίρεσιν τοῦ παραγεγενημένου πρεσβευτοῦ παρὰ Ζμυρναίων ἐπὶ τῆι εὐνο[ί]- | |
αι τῆι ὑπαρχούσῃ αὐτῶι πρὸς τὴν πατρίδα καὶ τὸν δῆμον τὸν ἡμέτερον καὶ ἐπὶ τῶι τὴν ἐπιδ[η]- | |
μίαν πεποιῆσθαι εὔτακτον καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφοτέρων τῶν πόλεων· πέμψαι δὲ αὐτῶ[ι] | |
καὶ ξένιον παρὰ τοῦ δήμου τὸ ἐν τῶι νόμωι γεγραμμένον· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ | |
95 | πρυτανεῖον. |