Honorary decree (of Ẓmyrna) for grammateus Pythion Demetriou of foreign judges from Kaunos, on large stele; II; found at Kaunos: Hellenica 7, 171-188, ll. 43-59; BE 1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.ii; *ISmyrna 579.II.  
[ ] ISmyrn 579II
See also:
46 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπειδή,
τοῦ δήμου πέμψαντος πρὸς Καυνίους τὸν αιτησόμενον δικαστὰς καὶ γραμματέα, ὁ δῆμος ὁ Καυ̣-
νίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι, τὴν πλείστην σπουδὴν προσηνέγκατο περὶ τὴν ἐξα-
[π]οστολὴν τῶν τε δικαστῶν καὶ τοῦ γραμματέως, καὶ ὁ συνεξαποσταλεὶς δὲ τοῖς δικασταῖς γραμ-
50 ματεὺς Πυθίων Δημητρίου τὴν καθ’ ἑαυτὸν χρε[ία]ν παρέσχετο προθύμως, σπουδῆς καὶ [φι]λοτιμίας
οὐδὲν ἐλλείπων· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταξίαν ἀποδιδοὺς χάριν τῶι γραμματεῖ τῆς
τε κακοπαθίας καὶ τῆς χρείας ἧς προσηνέγκατο περὶ τὴν γραμματείαν· δεδόχθαι· ἐπῃνῆσθαι
Πυθίωνα Δημητρίου Καύνιον καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἐν τοῖς πρώτοις Διονυσί-
οις, ὅταν καὶ αἱ τοῖς δικασταῖς ἐψηφισμέναι τιμαὶ ἀναγγέλλωνται· τὸν δὲ εἱρημένον πρεσβ̣[ευ]-
55 [τ]ὴν ἀφικόμενον πρὸς Καυνίους ἐμφανίσαι τε περὶ τοῦ γραμματέως ἣν προσηνέγκατο
σπουδὴν καὶ φιλοτιμίαν περὶ τὴν γραμματείαν καὶ ἣν ἐποιήσατο εὐκοσμίαν περὶ τὴν ἐπι-
δημίαν καὶ παρακαλεῖν αὐτοὺς τὰς ἐψηφισμένας τιμὰς τῶι γραμματεῖ ἀποδέξασθα[ι κ]αὶ τὴν
ἀναγγελίαν ποιήσασθαι παρ’ ἑαυτοῖς, ὅταν καὶ τὰς τοῖς δικασταῖς ἐψηφισμένας τιμὰς ἀναγγέλ-
λωσιν, ἀναγράψαι δὲ καὶ τοῦτο τὸ ψήφισμα εἰς τὴν στήλην, εἰς ἣν καὶ τὸ τοῖς δικασταῖς
60 ἐψηφισμένον ἀναγραφήσεται· περὶ δὲ πολιτείας αὐτῶι τε καὶ τοῖς ἐκγόνοις τὸν βουλόμ[ε]-
νον τῶν πολιτῶν οἷς ἔξεστιν προσγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνο[ις·]
τόδε τὸ ψήφισμα ἀναγεγράφθαι.  πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
Search Help
Contact Us