Honorary decree of [demos of] Ẓmyrna for Kaunos and foreign judges Antigenes Apolloniou et al. from Kaunos, on large stele; II; found at Kaunos: Hellenica 7, 171-188, ll. 0-42 (PH); BE 1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.i; *ISmyrna 579.I.  
[ ] ISmyrn 579I
See also:
1.1 [ὁ δῆμος ὁ] Ζ̣μυρναίων
[τὸν δῆμον τὸν]
[Καυνίων·]
2.1 τοὺς δικαστὰς
[Ἀντιγέν]ην
[Ἀπολλωνίο]υ,
3.1 vacat
Αἰνέαν
Ἀρτεμιδώρου,
4.1 vacat
Τιμοῦχον
Εὐάρχου·
5.1 τὸν γραμ[ματέα]
[Πυθίωνα]
[Δη]μητρίο[υ.]
5 [ἔδοξε τῆι βου]λῆι καὶ τῶι δήμωι· στρατηγῶν καὶ Ἀθηνοδώρου τοῦ Μενεκράτου γνώμηι· ἐπε[ιδὴ]
[τοῦ δήμο]υ πέμψαντος πρὸς Καυνίους δικασταγωγὸν Ἀθηνόδωρον Μενεκράτου τὸν αἰτησόμεν̣[ον]
[δικαστ]ήριον, ὁ δ̣ῆμο[ς] ὁ Καυνίων, φίλος ὑπάρχων καὶ εὔνους τῶι δήμωι καὶ προαιρούμενος ἀ̣π̣ὸ [παν]-
[τὸς] τοῦ βελτίστου̣ σ̣υντελεσθῆναι τὰς κρίσεις, τὴν πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν ποιησάμενος [πε]-
[ρὶ τ]ὴν αἵρεσιν τῶν δικαστῶν ἀπέστειλεν δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, [Τι]-
μ̣οῦχον Εὐάρχου, οἵτινες παραγενόμενοι τὰς μὲν διεδίκασαν τῶν δικῶν καλῶς καὶ δικαίως καὶ κατὰ τοὺ[ς]
10 [ν]όμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοπονίαν προσενεγκάμενοι, τὰς δὲ καὶ διέλυσαν σπουδά[σαν]-
[τ]ες καθ’ ὅσον ἦν ἐ[φ’] ἑαυτοῖς, τοὺς δὲ διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατέστησαν [καὶ]
[ἐ]ν τοῖς ἄλλοις ἀνεστράφησαν ἀξίως τῆς τε ἑαυτῶν πατρίδος καὶ τῆς ἡμετέρας πόλεως· ὅπως οὖ[ν]
[κ]αὶ ὁ δῆμος φανερὸς ἦι τοῖς πρὸς αὐτὸν ἐκτενῶς προσφερομένοις τῆι εὐνοίαι ἀποδιδοὺς τ[ὴν]
κ̣αθήκουσαν τιμὴν καὶ χάριν· τύχηι ἀγαθῆι· δεδόχθαι· ἐπῃνῆσθαι μὲν τὸν δῆμον τὸν Καυνίων ἐπὶ τῆι [αἱ]-
15 ρέσει καὶ εὐνοίαι ἧι ἔχω̣ν διατελεῖ πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπὶ τῶι ἀποστεῖλαι δικαστὰς ἀξίους ἀμφοτέρων τῶν [πό]-
[λε]ων, πε[ρὶ] πλείστου τὸ δίκαιον ποιουμένους, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτο[ις]
συντελεσθησομένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι· τῆς δὲ ἀναγγελίας τοῦ στεφάνου ἐ̣π[ι]-
μεληθῆναι τὸν ἀγωνοθέτην, ἀναγορεύοντος τοῦ ἱεροκήρυκος κατὰ τάδε· ὁ δῆμος ὁ Ζμυρναίων [στε]-
[φα]νοῖ τὸν δῆμον τὸν Καυνίων ἀρετῆς ἕνεκεν καὶ φιλοτιμίας ἧς ἐποιήσατο περὶ τὴν ἐξαποσ̣τ̣ο̣-
20 [λ]ὴ̣ν̣ τῶν δικαστῶν· ἐπηινῆσθαι δὲ καὶ τοὺς παραγενομένους δικαστὰς Ἀντιγένην Ἀπολλω[νί]-
ου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ δικαιοσύνηι καὶ φιλοτιμίαι ἧι ἐπο[ι]-
ή̣σα[ν]το περὶ τὰς κρίσεις καὶ ἐπὶ τῶι ἐνδημῆσαι ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ̣ στεφανῶσαι ἕ[κ]ασ-
τον αὐτῶν χρυσῶι στεφάνωι ἐν τοῖς πρώτοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι ἀρετῆς ἕνεκεν κα̣[ὶ]
δικαιοσύνης ἧς ἔχοντες διετέλουσαν ἐν ταῖς κρίσεσιν· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆνα[ι]
25 τὸν ἀ̣[γ]ω̣νοθέτην κατὰ ταὐτά· ἵνα δὲ καὶ τοῖς ἐπιγινομένοις ὑπόμνημα καταλείπηται τῆς τῶν
προει̣ρη̣μένων ἀνδρῶν ἀρετῆς καὶ τῆς τοῦ δήμου τοῦ Ζμυρναίων εὐχαριστίας, ὑπάρχειν αὐτο̣ῖ̣[ς]
ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν τοῖς
συντελουμένοις ὑπὸ τῆς πόλεως· καὶ ἐὰν ἀφικῶνταί τινες αὐτῶ εἰς τὴν πόλιν, ἐπιμελε̣[ῖσ]-
θαι τήν τε βουλὴν καὶ τοὺς ἄρχοντας τοὺς ἀεὶ καθεστῶτας, ἵνα τά τε ἄλλα πάντα ὑπάρχηι αὐτ[οῖς]
30 φιλάνθρωπα παρὰ τοῦ δήμου, καὶ ἐάν τινος δέωνται τῶν καλῶς ἐχόντων, γίνηται αὐ̣τοῖς· π̣[ε]-
ρὶ δὲ πολιτείας αὐτοῖς τε καὶ ἐκγόνοις αὐτῶν τὸν βουλόμενον τῶν πολιτῶν οἷς ἔξεστιν
προγράψασθαι καὶ εἰσενεγκεῖν ἐν τοῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρεσβευτήν· τὸν
δὲ αἱρεθέντα ἀφικόμενον πρὸς Καυνίους τό τε ψηφισμα τόδε ἀναδοῦναι τοῖς ἄρχουσιν καὶ [ἐ]-
πελθόντα ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμον διαλεγῆναι περὶ τῶν δικαστῶν ἣν ἐποιήσαντο
35 [σ]πουδὴν καὶ φιλοτιμίαν περὶ τὰς κρίσεις, ἐμφανίζοντα διότι ἔν τε τοῖς ἄλλοις πᾶσιν ἐπαινε[ῖ]
[α]ὐ̣τοὺς ὁ δῆμος γεγενημένους ἀξίους ἀμφοτέρων τῶν πόλεων, καὶ διότι μισοπονήρως
τε καὶ δικαίως καὶ κατὰ τοὺς νόμους, φιλοπονίας τε καὶ κακοπαθίας οὐθὲν ἐλλείποντες, ἃς
μὲν ἔκριναν τῶν δικῶν, ἃς δὲ καὶ συνέλυσαν συμφερόντως· καὶ παρακαλεῖν τὸν δῆμον
τὸν Καυνίων ἐπιμέλειαν ποιεῖσθαι ὅπως οἵ τε στέφανοι οἱ ἐψηφισμένοι αὐτῶι τε καὶ τοῖς δικασ-
40 ταῖς ἀναγορεύωνται καθ’ ἕκαστον ἔτος παρ’ αὐτοῖς ἔν τε τοῖς μουσικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, ὅταν
αὐτοὶ τοὺς εὐεργέτας στεφανῶσιν, ἐπιχωρῆσαι δὲ καὶ τόπον ἐπιφανῆ ἐν ὧι ἀνατεθήσεται στή-
λη λευκοῦ λίθου, ἀναγραφέντος εἰς αὐτὴν τοῦδε τοῦ ψηφίσματος, δηλοῦντα διότι ταῦτα πράξαν-
τες χαριοῦνται τῶι δήμωι· μεθόδιον δὲ τῶι αἱρεθέντι πρεσβευτῆι ὅσων ἡμερῶν δεήσει δοθῆ-
ναι, τὸν μὲν δῆμον τάξαι, τὸν δὲ ταμίαν δοῦναι κατὰ τὸ τῆς διοικήσεως ψήφισμα· τὸ
45 δὲ ψήφισμ{ι}α {²⁶ψήφισμα}²⁶ τόδε ἀναγεγράφθαι.  πρεσβευτὴς εἱρέθη Ἀθηνόδωρος Μενεκράτου.
Search Help
Contact Us