Funerary inscription of Lupercus Threptou and wife, with penalty for unauthorized burial; imperial; found at Iasos: CIG 2690; *IIasos 392.  
[ ] IIasos 392
1 τὸ ἡρῷον τοῦτο Λουπέρκου τοῦ Θρέπτου,
ἐπιγραφὴν ἔχον ἣν διέταξεν ἐν αἷς ἔθετο
διαθήκαις.  οὐδενὶ δὲ ἐξέσται ταφῆναι
ἐν ᾧ κατεσκεύακα πρὸς τοῖς προαστίοις ἡρῴῳ
5 ἢ μόνοις ἐμοί τε καὶ τῇ γυναικί μου Φλ(αουίᾳ)
Ὀνησίμῃ· ἐὰν δέ τις ὑπεναντίον τῆς
ἐμῆς γνώμης ποιῶν θάψῃ τινά, ὁ μὲν
τοῦτο τολμήσας λόγον ὑφέξει τυμβωρυχί-
ας, τὸ δὲ τεθὲν ἐξενεχθῆναι βούλομαι πτῶμα.
Search Help