Funerary inscription of Lupercus Threptou and wife, with
penalty for unauthorized burial; imperial; found at Iasos: CIG
2690; *IIasos 392.
[ ]
IIasos 392
1 | τὸ ἡρῷον τοῦτο Λουπέρκου τοῦ Θρέπτου, |
ἐπιγραφὴν ἔχον ἣν διέταξεν ἐν αἷς ἔθετο | |
διαθήκαις. οὐδενὶ δὲ ἐξέσται ταφῆναι | |
ἐν ᾧ κατεσκεύακα πρὸς τοῖς προαστίοις ἡρῴῳ | |
5 | ἢ μόνοις ἐμοί τε καὶ τῇ γυναικί μου Φλ(αουίᾳ) |
Ὀνησίμῃ· ἐὰν δέ τις ὑπεναντίον τῆς | |
ἐμῆς γνώμης ποιῶν θάψῃ τινά, ὁ μὲν | |
τοῦτο τολμήσας λόγον ὑφέξει τυμβωρυχί- | |
ας, τὸ δὲ τεθὲν ἐξενεχθῆναι βούλομαι πτῶμα. |