List of choregic donations under stephanephoros Apollo for third year after Menippos; prob. 189/179 BC; found at Iasos: LW 256; Brinck 226-227 no. 111; *IIasos 164.  
[ ] IIasos 164
1 ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ τρίτου μετὰ Μένιππον,
ἀγωνοθέτου δὲ Θεαιτήτου τοῦ Μελανίωνος· οἵδε ἐπέδωκα[ν]
τῶν ἐπινευσάντων· Ἑρμῶναξ Ποσειδίππου χορηγήσας
πρότερον ἀνέθηκεν ἐν τῶι θεάτρωι βάθρον λίθινον ἕν· Κυδίας
5 Ποσειδίππου χορηγήσας πρότερον ἀνέθηκεν ἐν τῶι θεάτρωι βά-
θρον λίθινον ἕν· Κλεᾶναξ Θεοκλείους χορηγήσας πρότερον Λυκ[ό]-
φρονα τὸν τραγωιδόν, καὶ ἡ πάροδος εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετ[ο]
δωρεάν· Ταυρίων Ἑκαταίου χορηγήσας πρότερον Ἀπολλόδωρον κω-
μωιδόν, καὶ ἡ πάροδος εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Λέων Ἰάσονο[ς]
10 χορηγήσας πρότερον Ἀπολλόδωρον τὸν κωμωιδόν, καὶ ἡ πάροδος
εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· μετ{ε}οίκων {²⁶μετοίκων}²⁶· Ἰάσων Ἑκατωνύ-
μου χορηγήσας πρότερον Μετάνειρον αὐλῳδόν, κα<ὶ> ἡ πάροδος εὗρ[ε]
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἑκαταῖος Ἀθηνοδώρου Στρα[το]-
νικεὺς χορηγήσας πρότερον Θεόδωρον κωμωιδόν, καὶ εὗρεν ἡ πά[ρο]-
15 δος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἀπολλώνιος Φανο-
κρίτου χορηγήσας πρότερον Θεόδωρον κωμωιδόν, καὶ ἡ πάροδο[ς]
εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν.
Search Help
Contact Us