List of choregic donations under stephanephoros Apollo for
third year after Menippos; prob. 189/179 BC; found at Iasos: LW
256; Brinck 226-227 no. 111; *IIasos 164.
[ ]
IIasos 164
1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ τρίτου μετὰ Μένιππον, |
ἀγωνοθέτου δὲ Θεαιτήτου τοῦ Μελανίωνος· οἵδε ἐπέδωκα[ν] | |
τῶν ἐπινευσάντων· Ἑρμῶναξ Ποσειδίππου χορηγήσας | |
πρότερον ἀνέθηκεν ἐν τῶι θεάτρωι βάθρον λίθινον ἕν· Κυδίας | |
5 | Ποσειδίππου χορηγήσας πρότερον ἀνέθηκεν ἐν τῶι θεάτρωι βά- |
θρον λίθινον ἕν· Κλεᾶναξ Θεοκλείους χορηγήσας πρότερον Λυκ[ό]- | |
φρονα τὸν τραγωιδόν, καὶ ἡ πάροδος εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετ[ο] | |
δωρεάν· Ταυρίων Ἑκαταίου χορηγήσας πρότερον Ἀπολλόδωρον κω- | |
μωιδόν, καὶ ἡ πάροδος εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Λέων Ἰάσονο[ς] | |
10 | χορηγήσας πρότερον Ἀπολλόδωρον τὸν κωμωιδόν, καὶ ἡ πάροδος |
εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· μετ{ε}οίκων {²⁶μετοίκων}²⁶· Ἰάσων Ἑκατωνύ- | |
μου χορηγήσας πρότερον Μετάνειρον αὐλῳδόν, κα<ὶ> ἡ πάροδος εὗρ[ε] | |
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἑκαταῖος Ἀθηνοδώρου Στρα[το]- | |
νικεὺς χορηγήσας πρότερον Θεόδωρον κωμωιδόν, καὶ εὗρεν ἡ πά[ρο]- | |
15 | δος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἀπολλώνιος Φανο- |
κρίτου χορηγήσας πρότερον Θεόδωρον κωμωιδόν, καὶ ἡ πάροδο[ς] | |
εὗρε δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν. |