List of choregic donations under stephanephoros Apollo for
second year after Menippos; prob. 190/180 BC; found at Iasos: LW
255; Hicks, JHS 8, 1887, 98-99 (part); Brinck 225-226 no. 110;
Michel 909; *IIasos 163.
[ ]
IIasos 163
1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ δευτέρου μετὰ |
Μένιππον, ἀγωνοθέτου δὲ Πανταίνου τοῦ | |
Ἱεροκλείους· οἵδε ἐπέδωκαν τῶν ἐπινευσάντων· | |
ἀγωνοθέτης Πάνταινος Ἱεροκλείους | |
5 | αὐλητὴν Σάτυρον Ἀριστοκλείους Βοιώτιον |
ἡμέρας δύο, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ | |
θέα ἐγένετο δωρεάν· Ἀριστόκριτος Γλαύκου | |
κατὰ ὑοθεσίαν δὲ Διοδώρου χορηγήσας πρότερον | |
Κράτωνα Ζωτίχου Καλχηδόνιον αὐλητὴν ἡμέρας | |
10 | δύο, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο |
δωρεάν· Ἡράκλειτος Φορμίωνος χορηγήσας πρότε- | |
[ρ]ον Ἀθηνόδωρον κωμῳδόν, καὶ εὗρεν ἡ πάροδος δρα- | |
[χ]μήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Κλεᾶναξ Κλεαινέτου | |
ἀγωνοθετήσας πρότερον Ἀθηνόδωρον κωμῳδόν, | |
15 | καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρε- |
άν· Κτησίας Μητροδώρου χορηγήσας πρότερον | |
Ἀθηνόδωρον κωμῳδόν, καὶ εὗρεν ἡ πάροδος | |
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Μενίτας | |
Μαιανδρίου χορηγήσας πρότερον Ἀθηνόδω- | |
20 | ρον κωμωιδόν, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δ<ὲ> |
θέα ἐγένετο δωρεάν· Χαρίδημος Θεοφίλου | |
χορηγήσας πρότερον Ἀθηνόδωρον κωμωιδόν, | |
καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
δωρεάν. |