List of choregic donations under stephanephoros Pantainos Hierokleious; prob. 196/193 BC; found at Iasos: LW 253; Brinck 223-224 no. 108; *IIasos 161.  
[ ] IIasos 161
1 ἐπ[ὶ στε]φανηφόρου Πανταίνου τοῦ Ἱεροκλείους,
[ἀ]γω[ν]οθέτου δὲ Κυδίου τοῦ Ἱεροκλείους·
[οἵδ]ε ἐπέδωκαν τῶν ἐπινευσάντων καὶ ἐπαγγει-
[λα]μένων· ἀγωνοθέτης Κυδίας Ἱεροκλείους
5 [αὐλ]ητὴν Μνασίαν Πυρρίλου Βοιώτιον, καὶ εὗρεν
[ἡ π]άροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν·
καὶ ὑπὲρ τοῦ δήμου τὴν πομπὴν καὶ τὰς θυσίας
καὶ τὰ νομιζόμενα τῶι Διονύσωι συνετέλεσεν̣
ἐκ τῶν ἰδίων κατὰ τὴν ἐπαγγελίαν·
10 καὶ χορηγοί· Λέων Δημητρίου κιθαριστὴν Ἀπολλώ-
NION *QEOGE/NOU *MU/NDION, KAI\ EU(=REN H( PA/RODOS
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Μενοίτιος
Ἱεροκλείους κιθαριστὴν Ἀπολλώνιον Θεογένου
Μύνδιον, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα
15 ἐγένετο δωρεάν· καὶ στεφανηφόρος Πάνταινο[ς]
Ἱεροκλείους αὐλητὴν Μνασίαν Πυρρίλου Βοιώτιο[ν,]
καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο
δωρεάν.
Search Help
Contact Us