List of choregic donations under stephanephoros Pantainos
Hierokleious; prob. 196/193 BC; found at Iasos: LW 253; Brinck
223-224 no. 108; *IIasos 161.
[ ]
IIasos 161
1 | ἐπ[ὶ στε]φανηφόρου Πανταίνου τοῦ Ἱεροκλείους, |
[ἀ]γω[ν]οθέτου δὲ Κυδίου τοῦ Ἱεροκλείους· | |
[οἵδ]ε ἐπέδωκαν τῶν ἐπινευσάντων καὶ ἐπαγγει- | |
[λα]μένων· ἀγωνοθέτης Κυδίας Ἱεροκλείους | |
5 | [αὐλ]ητὴν Μνασίαν Πυρρίλου Βοιώτιον, καὶ εὗρεν |
[ἡ π]άροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· | |
καὶ ὑπὲρ τοῦ δήμου τὴν πομπὴν καὶ τὰς θυσίας | |
καὶ τὰ νομιζόμενα τῶι Διονύσωι συνετέλεσεν̣ | |
ἐκ τῶν ἰδίων κατὰ τὴν ἐπαγγελίαν· | |
10 | καὶ χορηγοί· Λέων Δημητρίου κιθαριστὴν Ἀπολλώ- |
νιον Θεογένου Μύνδιον, καὶ εὗρεν ἡ πάροδος | |
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Μενοίτιος | |
Ἱεροκλείους κιθαριστὴν Ἀπολλώνιον Θεογένου | |
Μύνδιον, καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα | |
15 | ἐγένετο δωρεάν· καὶ στεφανηφόρος Πάνταινο[ς] |
Ἱεροκλείους αὐλητὴν Μνασίαν Πυρρίλου Βοιώτιο[ν,] | |
καὶ εὗρεν ἡ πάροδος δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
δωρεάν. |