List of choregic donations under stephanephoros Apollo
after Nemertes; II1; found at Iasos: LW 252; Brinck 223 no. 107;
Michel 908; SEG 4, 225; BE 1965:371; *IIasos 160.
[ ]
IIasos 160
1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Νημέρτεα· |
οἵδε ἐπέδωκαν· ἀγωνοθέτης Ἀπολλόδωρος | |
Χάρμου Σωσύλον τὸν κωμωιδὸν ἡμέρας δύο, | |
καὶ ἡ [πάρ]οδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
5 | δωρε[άν·] Δύμας Ἀντιπάτρου τῆς ἐπιδόσε- |
ως ἧ[ς ἐπ]ένευσεν χορηγῶν ἐν τῶι ἐπάνωι ἐνιαυτ<ῶι> | |
Σωσύλον τὸν κωμωιδόν, καὶ ἡ πάροδος εὗρεν | |
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Βλόσων | |
Πυθίωνος τῆς ἐπιδόσεως ἧς ἐπένευσεν χορηγῶν | |
10 | ἐν τῶι ἐπάνωι ἐνιαυτῶι Σωσύλον τὸν κωμωιδόν, |
καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
δωρεάν· Νημέρτης Θεοτίμου τῆς ἐπιδόσεως ἧς | |
ἐπένευσεν στεφανηφορῶν Εὐάλκην τὸν κιθαριστή<ν>, | |
καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ θέα ἐγένετο | |
15 | δωρεάν· Μένων Ἀρτέμωνος χορηγῶν Εὐάλκη<ν> |
τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν δραχμήν, ἡ δὲ | |
θέα ἐγένετο δωρεάν· Μενέδημος Ἀρτέμωνος | |
χορηγῶν Εὐάλκην τὸν κιθαριστήν, καὶ ἡ πάροδος εὗρεν | |
δραχμήν, ἡ δὲ θέα ἐγένετο δωρεάν· Ἑρμόδωρος | |
20 | Δρακοντίδου τῆς ἐπιδόσεως ἧς <ἐ>πένευσεν ἀγωνοθετ<ῶν> |
ἐν τ[ῶι ἐπά]νωι ἐνιαυτῶι δραχμὰς τριακοσίας. |