List of choregic donations under stephanephoros Apollo for
second year after Kleanax Kleanaktos; II/I; found at Iasos: LW
284; Brinck 238, no. 138; *IIasos 199.
[ ]
IIasos 199
1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τ[οῦ δευτέ]<ρ>ου |
μετὰ Κλεάνακτα Κλεάνακτος, ἀγωνο[θέτο]υ δὲ | |
Κυδίου τοῦ Μενεξένου· οἵδε τῶν πρότε[ρο]ν | |
ἐπινευσάντων ἐν Διονυσίοις ἀπέδωκ[α]ν· | |
5 | ἀγωνοθέτης Δημήτριος Δημητρίου καθ’ ὑο[θεσί]αν δὲ |
Μενεκλείους δραχμὰς διακοσίας· χορηγοί· | |
Μένιππος Ἀριστέως, Μόσχος Ἀγλαοφῶντος | |
φύσει δὲ Μενεδήμου, Ἀριστίων Σώφρ<ο>νος, | |
Θεόδοτος Θεοδότου τοῦ Τιμάρχου, ἕκαστος | |
10 | αὐτῶν δραχμὰς διακοσίας· μετοίκων· Μενεκράτης |
Δημητρίου Λαοδικεύς, Νικάνωρ Διο[φάντο]υ | |
Ἀντιοχεύς, Θεόδοτος [Ἑρμοτί]μου Μ[—,] | |
[Κ]υδίας Μενεξένου ἀγωνοθετῶν ἐπέδωκαν | |
κωμωιδὸν Εὐκλῆν Ἰάμβου ἡμέρας δύο, καὶ ἡ θέα | |
15 | ἐγένετο δωρεάν. |