Letter of Asklepiodotos to boule and demos of Iasos, with
oath of Asklepiodotos; 304/282 BC; found at Iasos: Pugliese
Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no. 1B, ll. 25-34
(PH); BE 1971, 620, p. 502; *IIasos 3, ll. 19-28; SEG 37, 862.
[ ]
IIasos 3.19-28
19 | Ἀσκληπιόδοτος Ἰασέων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· διελέχθησαν ἡμῖν οἱ πρέσβεις |
20 | ἀξιοῦντες ἡμᾶς ὀμόσαι ὅρκον ὃγ καὶ Ἀριστόβουλος ὤμοσεν· ἴστε οὖν ἡμᾶς |
ὀμωμοκότας κατὰ ταὐτά· ἔρρωσθε. ὅρκον ὃν ὤμοσεν Ἀσκληπιόδοτος· | |
ὀμνύω Δία Γῆν Ἥλιον Ἀπόλλω Ἄρην Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ | |
τὴν Ταυροπόλον· διαφυλάξω τὴν ἐλευθερίαν καὶ τὴν αὐτονομίαν τῶι δήμωι τῶν | |
Ἰασέων, τὰς δὲ προσόδους ἐάσω Ἰασεῖς λαμβάνειν τὰς τῆς πόλεως πάσας καὶ τοὺς | |
25 | [λ]ι̣μένας, σύνταξιν δὲ φέρειν αὐτοὺς ἣν ἂν ὁ βασιλεὺς συντάξηι· καὶ ἐάν τις ἀδικεῖ |
[Ἰ]α̣σεῖς, οὐκ ἐπιτρέψω ἀλλὰ βοιηθήσω καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν εἰς δύναμιν εἶν[αι] | |
[τὴν] ἐ̣μήν, καὶ αὐτὸς εὐνοήσω τῆι πόλει τῶν Ἰασέων καὶ πράξω ὅτι ἂν δύνωμαι ἀγαθὸν καὶ λόγ[ωι] | |
[καὶ ἔ]ργωι ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων. |