Letter of Queen Laodike (III) to boule and demos of Iasos;
195/190 BC; found at Iasos: Pugliese Carratelli, ASAA 29-30,
1967-1968, 445-453, no. 2 (PH); BE 1973:432, 437; Pugliese
Carratelli, ASAA 31-32, 1969-1970, 400-402 (PH, part); BE
1974:544; SEG 26, 1226; BE 1976:652; BE 1977:465; Pomeroy, Mnem.
35, 1982, 120-123; *IIasos 4, ll. 1-32 (* for ll. 3-32); BE
1987:18 (pp. 272-273); *Fischer, Fs. Lauffer 237-243 (* for ll.
0-2); SEG 36, 984.
[ ]
IIasos 4.1-32
0 | <⁶¹>⁶¹[⁵¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους]⁵¹ |
<⁶¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους·>⁶¹[⁵¹Ἐλαφηβολιῶνος]⁵¹ | |
ἐπιστολὴ πα<⁶¹Ἐλαφηβολιῶνος·>⁶¹[⁵¹ρὰ Βασιλίσσης Λαοδίκης·]⁵¹ | |
Βασίλισσα Λαοδίκη Ἰασέων τῆι βουλῆι καὶ τῶι δή- | |
μωι χαίρειν· ἀκούουσα πλεονάκις τοῦ ἀδελφοῦ ἥν | |
5 | τε ἀντίληψιν τῶν ἑαυτοῦ φίλων καὶ συμμάχων |
διατελεῖ ποιούμενος καὶ ὡς τὴν ὑμετέραν πό- | |
λιν συμπτώμασιν περιπεσοῦσαν ἀπροσδοκή- | |
τοι̣ς ἀνακτησάμενος τήν τε ἐλευθερίαν ὑμῖν | |
ἀπέδωκεν καὶ τοὺς νόμους καὶ τὰ λοιπὰ προτέθει- | |
10 | ται συναύξειν τὸ πολίτευμα καὶ εἰς βελτίονα δι- |
άθεσιν ἀγαγεῖν, προαιρουμένη δὴ καὶ ἐγὼ ἀκόλου- | |
θα πράσειν τῇ σπουδῇ αὐτοῦ καὶ ἐκτενείαι καὶ διὰ | |
τοῦτο καταθέσθαι τινὰ εὐεργεσίαμ μὲν εἰς τοὺς | |
ἀσθενοῦντας τῶν πολιτῶν, εὐχρηστίαν δὲ κοι- | |
15 | νὴν τῶι σύμπαντι δήμωι, γεγράφεικα Στρουθί- |
ωνι τῶι διοικητῆι ἐφ’ ἕτη δέκα κατ’ ἐνιαυτὸν πυρῶν χιλί- | |
ους μεδίμνους Ἀττικοὺς εἰς τὴν πόλιν παρακομί- | |
ζοντα παραδιδόναι τοῖς παρὰ τοῦ δήμου· εὖ οὖν ποή- | |
σετε συντάξαντες τοῖς μὲν ταμίαις παραλαμβά- | |
20 | νοντας τακτοῦ πλήθους ἐγδιοικεῖν, τοῖς δὲ προστά- |
ταις καὶ οἷς ἂν ἄλλοις κρίνητε προνοεῖν ὅπως τὸ γινό- | |
μενον διάφορον ἐκ τούτων κατατιθῶνται εἰς προῖκας | |
ταῖς τῶν ἀσθενούντων πολιτῶν θυγατράσιν, διδόν- | |
τες μὴ πλέον Ἀντιοχέων δραχμῶν τριακοσίων ἑκάσ- | |
25 | τηι τῶν συνοικιζομένων· γινομένοις θ’ ὑμῖν εἴς τε τὸν |
ἀδελφὸν καὶ καθόλου τὸν οἶκον ἡμῶν οἵους καθήκει | |
[κα]ὶ τῶν ἀπαντω<μέν>ων εὐεργεσιῶν μεμνημένοις | |
[εὐ]χαρίστως πειράσομαι καὶ ἄλλα ἃ ἂν ἐπινοῶ συν- | |
[παρ]ασκευάζειν παντὶ τρόπωι συνεκτρέχειν προ- | |
30 | [αιρου]μένη τῆι τοῦ ἀδελφοῦ θελήσει· κατανοῶ γὰρ αὐ- |
[τὸν λ]ίαν ἐκτενῶς ἔχοντα πρὸς τὴν ἐπανόρθωσιν | |
[τῆς] πόλεως· vacat ἔρρωσθε. |