Decree containing treaty among Iasos, Ptolemy (I), and
leaders of mercenaries, with oaths; 309/304 BC; found at Iasos:
Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no.’s 1.A
and 1.B ll. 1-6 (PH); BE 1971:620, pp. 106-107; Garlan, ZPE 18,
1975, 193-198; SEG 31, 936; BE 1976:651; *IIasos 2; Laviosa, BA
31-32, 1985 Suppl. 47-54 (non vidi); SEG 36, 981; SEG 37, 862.
[ ]
IIasos 2
1 | [—]ου[—]εποσ̣υ̣λ[․․․] |
[—] Πολεμαῖον | |
[—] δ[ε]δ̣ό̣χθαι [τῆι] | |
[βουλῆι κ]α̣ὶ̣ τῶι δήμωι τῶ[ν Ἰασέων —] | |
5 | [—] |
[—] Π̣[ολ]ε̣μ̣α̣ῖος ἐλεύθερον [καὶ] | |
[αὐτόνομον καὶ ἀφρούρητον καὶ ἀφορολόγητον — Μα]χά̣ων καὶ οἱ̣ | |
[τούτου στρατιῶται καὶ Ἱέρων καὶ οἱ τούτου στ]ρατιῶται καὶ Σώπολις | |
[καὶ οἱ τούτου] σ̣τ̣ρ̣α̣[τιῶται —]α̣ν̣[․]υσινεα̣μ̣[․․․] ἀ̣ξίως [․․․] | |
10 | [—] Πολεμαῖ̣ον̣ [—] Πολεμαίωι Πο[λ]εμαίου [․c.5․] |
[— Πολ]εμαῖος̣ ἀποδώσει[ν] τὰς ἄκ̣ρ̣α̣[ς] | |
[καὶ τὴν πόλιν —·] ἀποδώσειν δὲ [κ]αὶ τὰ ἐν | |
[ταῖ]ς ἄ[κ]ρα̣ι̣ς̣ ὄντα π̣άντ̣α [—·] τ̣ὰ̣ς̣ δὲ σι̣τ̣α̣ρ̣χ̣ίας [κ]αὶ τοὺς | |
[μ]ι̣σθοὺ̣ς̣ τ̣ο̣ὺς ὀφειλομένους Μα[χάονι καὶ Ἱέρωνι κ]αὶ Σωπόλ̣ιδι καὶ τοῖς τ̣ο̣ύ̣- | |
15 | [τ]ω̣ν̣ σ[τ]ρ[ατι]ώταις ἀποδοῦναι Ἰασεῖς τ̣οι̣σ̣κ̣ν̣λ̣ουσα[․]ο[․] ὅσου̣ αὐτοῖς ὀφεί- |
[λ]ητα[ι] ἐν ἡμέραις δεκαπέντε ἀφ’ ἧς ἂν οἱ πρὸς Πτ̣ο̣λ̣εμαῖον ἀποσταλέντε[ς] | |
παραγένωνται, ἀποδόντας δὲ κομίσασθαι παρὰ Μαχάονος τὰς ἄκρας | |
[καὶ] τὰ ἐν ταῖς ἄκραις ὄντα καὶ τὴμ πόλιν καθάπερ ὡ̣μολόγηται· ἔστω̣ δὲ | |
[ἀ]σφάλεια Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τούτων στρατιώταις | |
20 | [κ]α̣[τ]οικοῦσιν ἐν τῆι πόλει καὶ ἐπιδημοῦσιν κατὰ τοὺς νόμους τοὺς Ἰασέων |
[καὶ] ἀπαλλασσομένοις ὅπου ἂν βούλωνται καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀ[φ]ε̣ῖ̣σ̣- | |
θ̣αι δὲ καὶ τῶν ἐγκλημάτων πάντων αὐτούς τε καὶ τοὺς στρατιώτας τῶν | |
πρὸς Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατοικοῦν]τας, καὶ Ἰασεῖς καὶ τοὺς ἐν Ἰασῶι [κατ]ο̣ι̣- | |
κ̣οῦντας τῶν πρὸς αὐτοὺς κ̣α̣[ὶ] τ̣[οὺς στρα]τιώτας αὐτῶν τῶν ἐν τ̣ο̣ῖ̣ς | |
25 | ἔ̣μπροσθεν χρόνοις γεγενη[μένων πρὸ τ]ῶν συμβολαίων· εἶνα[ι] δὲ τὴ̣[ν] |
αὐ̣τὴ̣ν̣ ἀσφάλειαν ἥμπερ ε[—] προσε̣ῖ̣ναι τῆι Ἀριστοκλείους | |
γυναικὶ καὶ τοῖς Ἀριστο[κλείους —]α̣δι καὶ τοῖς Μόλωνος παιδίοις | |
[κ]α̣ὶ Σύρωι καὶ Ἰσχυρ̣[— θυγ]α̣τρὶ καὶ τῆι Ἑστιαίου γυναικὶ καὶ τοῖς | |
παιδίοις καὶ τοῖς [ἐκγόνοις —· ὀμόσ]α̣ι̣ δὲ Ἰασεῖς καὶ τοὺς ἐν τῆι πόλει κατοικοῦν- | |
30 | τας Πτολεμαί[ωι, ἐλευθέρους ὄν]τ̣ας καὶ αὐτονόμους καὶ ἀφρουρήτους καὶ ἀφορο- |
λογήτους, συ[μμάχους] ἔσεσθαι Πτολεμαίωι καὶ τοῖς ἐγγόνοις αὐτοῦ ε[ἰς] τὸν | |
ἀεὶ χρόνον· ὀμόσαι δὲ καὶ Μαχάονα καὶ Ἱέρωνα καὶ Σώπολιν καὶ τοὺς τούτων | |
στρατιώτας Ἰασεῦσιν, καὶ Ἰασεῖς Μαχάονι καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ τοῖς τού- | |
των στρατιώταις· ὁ δ’ ὅρκος ἔστω Μαχάονι̣ μὲν καὶ Ἱέρωνι καὶ Σωπόλιδι καὶ | |
35 | τοῖς στρατιώταις ὅδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλω Δήμητρα |
[Ἄ]ρη Ἀθηνᾶν Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· ἐμμενῶ ταῖς | |
ὁμολογίαις ἃς πεποίημαι πρὸς Ἰασεῖ̣ς κ̣α̣ὶ̣ οὐ παραδέξομαι στρατιώτην πα- | |
ρ̣’ οὐθενὸς ἐν ἡμέραις τέσσαρσιν ἀφ’ ἧς ἂν οἱ πρὸς Πτολεμαῖον ἀποσταλῶσι̣ν | |
οὐθ’ ὕστερον ἄνευ Ἰασέων· ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, | |
40 | ἐπιορκοῦντι δὲ τἀναντία τούτων· ὀμόσαι δὲ καὶ Ἰασεῖς |
Μαχάονι καὶ Σωπόλιδ[ι] | |
καὶ Ἱέρωνι καὶ τοῖς τούτων στρατιώταις τὸν αὐτὸν ὅρκον· ὀμόσαι δὲ καὶ Πτολεμαῖον | |
τὸν ὅρκον τόνδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶ Ἀπόλλωνα Δήμητρα Ἄρη | |
Ἀθηνᾶν Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· διαφυλάξω τὰς | |
45 | ὁμολογίας ἃς πεποίηνται Ἰασεῖς πρὸς Μαχάονα καὶ Ἱέρωνα καὶ Σώπολιν καὶ τοὺς |
τούτων στρατιώτας καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν ταῖς ὁμολογίαις γεγραμμένους· | |
ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων· | |
ὀμόσαι δὲ καὶ Ἰασεῖς Πτολεμαίωι καὶ Πτολεμαῖον Ἰασεῦσιν· ὁ δ’ ὅρκος ἔστω | |
ὅδε· ὀμνύω Δία Γῆν Ἥλιον Ποσειδῶνα Ἀπόλλωνα Δήμητρα Ἄρη Ἀθηνᾶν Ἀρείαν | |
θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· εὐνοήσω Πτολεμαίωι καὶ συμμαχήσω | |
50 | κ̣αὶ αὐτῶι καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον, ἐλεύθερος ὢν καὶ αὐτόνομος καὶ ἀφρούρη- |
τος καὶ ἀφορολόγητος· ἄνευ δόλου καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη καὶ | |
γένει, ἐπιορκοῦντι δὲ τἀναντία τούτων· Πτολεμαῖον δὲ ὀμόσαι Ἰασεῦσι [τὸν ὅρ]- | |
κον τόνδε· ὀμ[νύω Δία Γῆν Ἥλ]ι̣ον Ποσειδῶ Ἀπόλλωνα Δήμητρα Ἄρη Ἀ[θηνᾶν Ἀρείαν] | |
θεοὺς πάν[τας καὶ πάσας καὶ τ]ὴν Ταυροπόλον· διαφυλάξω [τὴν πόλιν τὴν Ἰασέων] | |
55 | [— ἐλευθέραν καὶ αὐτόνομ]ον καὶ ἀφρούρητον κα[ὶ ἀφορολόγητον —] |
[—]ν[—] | |
[—]εωσδε[—] | |
[—]διοσ[—] | |
[—] τοὺς νεωποίας ἀνα̣[γράψαι —] | |
60 | [—]οσ̣τ̣α̣[—]σ[—] |
[—] καὶ στῆν̣αι ἐν τῶι τοῦ Διὸς ἱ̣ερῶ̣ι̣. |