Decree of boule and demos banishing those who had plotted against Maussollos and the city of Iasos and confiscating their property, with list of purchasers and purchases; 367/354 BC; found at Narlü: Hauvette-Besnault & Dubois, BCH 5, 1881, 491-506; Bechtel, Inschr. ion. Dial. 104 (part); SGDI 5515 (part); Hoffmann, Gr. Dial. III 460 (part) (non vidi); Michel 460 (part); Syll1 77; Syll2 96; BE 1909:316; Syll3 169; *IIasos 1; Laviosa, BA 31-32, 1985 Suppl. 47-54 (non vidi); SEG 36, 981.  
[ ] IIasos 1
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· μηνὸς Ἀπατουριῶνος·
ἐπὶ στεφανηφόρου Παταίκο τοῦ Σκύλακο[ς· τ]ῶν ἀν[δρ]ῶν
τῶν ἐπιβουλευσάντων Μαυσώλλωι καὶ τῆι Ἰασέων πόληι τὰ
κτήματα δημεῦσαι καὶ τὰ τῶν φευγόντων ἐπὶ τῆι αἰτίηι ταύτ[ηι]
5 καὶ τὰ τούτων δημεῦσαι καὶ φεύγειν αὐτοὺς καὶ ἐκγόνους [ἐς]
τὸν ἀΐδιον χρόνον· οἵδε τὰ κτήματα ἐπώλησαν· ἄρχοντες·
Ἥγυλλος Οὐλιάδευς, Δείνων Κόπρωνος, Μαρσύας Ἱστιαίου,
Φανίας Πασιφάνευς· ταμίαι· Θόας Ἰατροκλεῦς, Διοσκορίδης
Ἑκαταίο, Θευγείτων Πασιφάνευς, Ἀπολλωνίδης Ἑρμαίου·
10 ἀστυνόμοι· Εὐπόλεμος Δάμωνος, Φορμίων Γλαύκο·
συνήγοροι· Βατίων Φάνεω, Εὐκλείδης Δημητρίο, Ἄνυτος
Βρυάξιος, Μάρων Μελανθίο· πρυτάνεις· Εὐκλῆς Ἰατροκλεῦς,
Θόας Ἑκαταίου, Εὐθαλλίων Ἀρτέμωνος, Ἕρμων Ἑκαταίο,
Ἑρμῶναξ Μεννέα, Θαργήλιος Στράτωνος· ἱερεῖς Διὸς Μεγίστ[ο·]
15 Ἀπελλῆς Σαννίωνος, Κτήσων Κράτευς, Ἀπολλωνίδης Μικίωνος,
Κόπρων Δείνωνος, Πιξώδαρος Ἱέρωνος, Διονύσιος Ἀετίωνος,
Ἀπολλόδωρος Βρυάξιος, Φάνης Σφύρωνος, Λέων Σίλωνος,
Ἀπολλωνίδης Ἱπποκράτευς, Μάχων Πόσιδος· οἵδε
ἀπὸ φυλῆς· Ὑλίατος Ἐξαίτο, Δημοφῶν Πολεμάρχο, Κλέαρχος
20 Ἀντιφάνευς, Κτίτης Ἰατροκλεῦς, Βρύαξις Πολέμωνος,
Μέλανθος Κυδίου, Μῆτρις Ἀμύντα, Ἀπολλωνί[δης] Λέων[ος,]
Χαρμοφῶν Εὐηθίδου, Μέλανθος Νουμηνίο, [—] Πυργίωνο[ς,]
Δίων Ἀστύλο, Πασίας Διονυσίο, Βρύων Σαννίωνος, [—] Ἑρμ[ίο,]
Δ̣ιοσκορίδης Ἀμύντα, Τηλέμαχος Δ[ιο]φῶντος, Ἕρμων
25 [Π]υργίωνος, Μῆτρις Σαννίωνος, Ἀρτεμίδωρος Πανταλέοντο[ς,]
Διόδωρος Μέλανος, Ἀφθόνητος Δημητρίο, Ἑκαταῖος Μεννέα,
[Σ]ατυρίδης Σατύρο, Ταργήλιος Φοινικίδευς, Φαν[ίας Π]ασιφάνευς,
[Ε]ὐθαλλίων Σκύλακος, Ἀπολλωνίδης Ἰδάκο, Δήμ[ων] Ταργηλί<ο>,
[Τ]ροιζήνιος Δημητρίο, Ἕρμων Εὐξιθέου, Δημήτριος Μελάνθο,
30 [Εὔ]μαχος Ἀρτέμωνος, Φανίας Σκύλακος· [οἵδε τὰ] κτήματα
[ἐ]πρίαντο· Εὔδικος Σαμίο γῆν ἐν Τυεννε̣[σσῶι] Πύρωνος
[σ]τατήρων δεκαδύο· μνήμονες συνεπ̣[ώλησαν] Ἰα[τ]ροκλῆς
Σαμίου, Θόας Ἰατροκλεῦς· Διοσκο[ρίδης Ἑκαταίο] ἐ̣π̣ρ̣ί̣ατο γῆν
[ἐ]ν Τυεννεσσῶι τῶν Πολεμάρ[χο παίδων στατ]ήρων
35 ἑβδομήκοντα τριῶν· μνήμονες [συνεπώλησαν] Ἑκαταῖος
Σαμίο, Ἱστιαῖος Ἀντιδότο· Μ[— ἐπρ]ίατο γῆν
ἐμ Βρίδαντι Πύρωνος τοῦ Σκύ[λακος στατήρων ἑβδ]ομήκοντα
πέντε· Διογένης Διονύτα ἐπ[ρίατο γῆν ἐμ Βρίδαντι] Πύρωνος
τ̣ο͂ Σκύλακος στατήρων ἑπτά· [—]
40 [ἐ]πρίατο αὐλὴν Πύρωνος το͂ Σκ[ύλακος στατήρ]ων εἴκοσι
[ἑ]ν̣ός· μνήμονες συνεπώλησαν τ̣[ὰ Πύρωνος κτή]ατα Θόας
[Ἰα]τ̣ροκλεῦς, Ἀπελλῆς Μάρωνος, Κλεάνθ[ης —]άνδρου,
[Ἀγλ]α̣όδωρος Ἀρτέμωνος, Κλεανδρίδης [Μελάν]θου· Εὔδικος
[Σα]μ̣ίο ἐπρίατο καπηλεῖον τῶν Πολεμάρχο παίδων
45 [στα]τήρων δεκαέξ· μνήμονες συνεπώλησαν Ἱστιαῖος
[Ἀντι]δότο, Ἑκαταῖος Σαμίο· Βρύαξις Ἰδαίου ἐπρίατο τὴν αὐλὴν
[τὴν Α]ἰσχυλίνου στατήρων πεντήκοντα· μνήμονες [—]ν [—]
[—κ]λεῦς, Νουμήνιος Κυδίου, Κτήσων Κρ[άτ]ητος, Ἕρμων Λυ[—]
[—]ων Ἀθηναγόρα καὶ Ἀρτεμίδωρ̣[ο]ς [—]
50 [καὶ Χα]ρμοφῶν Εὐηθίδου καὶ Πανταλέων Φάνεω [καὶ —]
[—]ροδότο γῆν τὴν ἐμ Βρίδαντι ἐπρίαντο στατήρων
[—κο]σίων τεσσεράκοντα· γνώμονες παρέστησαν [—]
[—]ς Πλουτίωνος καὶ παῖδες πρεῖς·
[ἐπὶ στεφανη]φόρου Δημονίκου τοῦ Ἀριστε[— μ]ην[ὸς —]
55 [— Ἀ]ντίπατρος Πρυτάνιο[ς,] Φαίδιμ[ος] Δι[—]
[— Δ]ημητρίου, Λυ[σίας Ἀν]αξανδρίδου, [—]
[—] κλῆρον τὸμ πρὸς τ[—]ιστα[— ἐπρίατο]
[— Μελ]άνθο στατήρων τεσσερά[κοντα —]
[τὸν τρίτον κλῆρ]ον ἐπρίατο Παντα[λέων — στατήρων]
60 [— ἡμιστατήρ]ου· τὸν τέταρτον [κλῆρον ἐπρίατο —]
[— στατήρων π]έν<τε ἡ>μιστα[τήρου· τὸν πέμπτον κλῆρον ἐπρίατο]
[—] στατήρων τεσσάρων· [τὸν ἕκτον κλῆρον ἐπρίατο]
[—] στατήρων τεσσά[ρων· τὸν ἕβδομον κλῆρον ἐπρίαντο]
[—]τριων[—]
65 [—]ίου στατήρ[ων — τὸν ὄγδοον κλῆρον ἐπρίαντο]
[— Ἀγ]λαοφῶντος καὶ Λεω[—]
[— πέν]τε· τὸν ἔνατον κλῆρον ἐπρ[ίατο —]
[—]ας Εὐδίκου στατήρων̣ τεσσέ̣[ρων ἡμιστατήρου· — τὸν]
[δέκατο]ν κλῆρον ἐπρίατο Δράκων Ἰατροκλ[εῦς —]
70 [—]σσος Δημητρίου στατήρων ἐννέα [ἡμιστ]ατήρου·
[Ποσιδ]εῶνος· τὸμ πρῶτον κλῆρον ἐπρίατο [—]
[στατή]ρων δέκα ἑνός· τὸν δεύτερον κλῆρον ἐπ[ρίαντο —]
[—]νος, Πάρων Τύμνεω στατήρων ἑπτὰ ἡμ[ιστατήρου·]
[τὸν τρί]τον κλῆρον ἐπρίατο Ἀριστοκράτης Δημητρ[ίου στατ]ῆρο[ς]
75 [ἡμιστα]τήρου· τὸν τέταρτον κλῆρον ἐπρίατο Περικλῆς [—]
[στατήρω]ν τεσσέρων ἡμιστατήρου· τὸμ πέμπτον κλῆρον [ἐπρίαν]το
[—] Ὀμφακίωνος, Βρύαξις Νόσσου στατήρων [—]
[τὸν ἕκτ]ον κλῆρον ἐπρίατο Στάφυλος Ὀμφακίωνος στατήρων [—]
[καὶ τετά]ρτης· τὸν ἕβδομον κλῆρον ἐπρίατο [—]
80 [στατήρ]ων ἑπτά· τὸν ὄγδοον κλῆρον ἐπρίατο [—]
[στατήρ]ων ἑπτά· τὸν ἔνατον κλῆρον ἐπρίατο [—] Νόσσου
[στατήρ]ων εἴκοσι τριῶν ἡμιστατήρου· τὸν δέκα[τον κλῆρον ἐπρ]ίατο
[—] Ἀπολλωνίδου στατήρων δεκαεπτά.
Search Help
Contact Us