Second honorary decree of boule and demos (of Samothrake)
for poetes Dymas of Iasos; II1; found at Iasos: GIBM 444, ll.
14-36; Michel 352.II; IG XII 8, p. 38, ll. 14-36; SEG 4, 216; BE
1958:397; BE 1964:385; *IIasos 153, ll. 14-36.
[ ]
IIasos 153.14-36
14 | [ἔ]δοξεν τῆι βουλῆι· βασιλεὺς Θεοτέλης Ἀριφάντου εἶπεν· ἐπε[ιδὴ] |
15 | Δύμας ποητὴς τραγωιδιῶν τά τε πρὸς θεοὺς εὐσεβῶς δια[γό]- |
μενος καὶ τὰ πρὸς [τ]ὴμ πόλιν οἰκείως καὶ φιλανθρώπως ἀεί τι λ[έγων] | |
καὶ γράφων καὶ πράττων ἀγαθὸν διατελεῖ περὶ τῆς νήσου, διὰ [παν]- | |
[τ]ός τε ἀπόδειξιν ἐποιήσατο τῆς αὑτοῦ φύσεως καὶ πραγματείαν σ[υνέ]- | |
ταξεν ἐν δράματι τῶν Δαρδάνου πράξεων τὰς μεγίστας μνημοσ[ύνας,] | |
20 | ἡ δὲ βουλὴ προβεβ[ο]ύλευκεν αὐτῶι περὶ ἐπαίνου καὶ στεφάνου· [ὅπως] |
οὖγ καὶ ὁ δῆμος φαίνηται τοὺς εὐεργετοῦντας αὑτὸν τιμῶν ἀξίω[ς] | |
διὰ παντός· ἀγαθῆι τύχηι· ἐψηφίσθαι τῶι δήμωι· ἐπαινέσαι Δύμα[ντα] | |
ἐπὶ τῆι πρὸς τὴμ πόλιν εὐνοίαι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε[φάνωι] | |
Διονυσίων τῶι ἀγῶνι τὴν ἀνάρρησιν ποιουμένους· ὁ δῆμος στεφα[νοῖ] | |
25 | Δύμαντα Ἀντιπάτ[ρ]ου χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεγ καὶ εὐν[οίας] |
τῆς εἰς αὑτόν· τῆ[ς] δὲ ἀναρρήσεως ἐπιμεληθῆναι τοὺς προέδ[ρους] | |
[κ]αὶ τὸν ἀγωνοθέτην· εἶναι δὲ αὐτῶι καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅτ[ι ἂν] | |
[β]ούληται παρὰ τοῦ δήμου· ἀναγράψαι δὲ τὸ ψήφισμα τὸμ βασιλέα [εἰς τὸ] | |
[ἱε]ρὸν τῆς Ἀθηνᾶς· ἵν[α δ]ὲ φανερὸν ἦι καὶ Ἰασεῦσιν ὅτι ὁ δῆμος τιμᾶ[ι τοὺς] | |
30 | [κα]λοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀξίως τῆς αὐτῶν ἀρετῆς, δοῦν[αι τόδε] |
[τὸ] ψήφισμα τὸμ βασιλέα τοῖς πρώτοις παραγενομένοις θεωροῖς ἐ[ξ Ἰασοῦ] | |
[καὶ] τὸ γραφὲν ἐπὶ Σωσιφάνους ἀνενεγ̣κεῖν τῆι βουλῆι καὶ τῶι δήμ[ωι τῶι] | |
[Ἰα]σέων, καὶ παρακε[κ]λῆσθαι Ἰασε̣[ῖ]ς ἐπιμεληθῆναι φιλοτίμως ἵνα [τὰ] | |
[ψ]ηφίσματα ἔν τινι τῶν ἱερῶν ἀναγ[ρ]αφῆι καὶ οἱ στέφανοι ἀν[ακη]- | |
35 | [ρυχ]θῶσιν ἐν Διο[νυ]σίοις εἰδότας δι[ό]τι ποιήσαντες τὰ ἠξι[ωμένα] |
[χα]ριοῦνται τῶι δ[ήμ]ωι. |