First honorary decree of boule and demos (of Samothrake)
for poetes Dymas of Iasos, giving citizenship; II1; found at
Iasos: GIBM 444, ll. 1-13; Michel 352.I; IG XII 8, p. 38, ll.
1-13; BE 1958:397; BE 1964:385; *IIasos 153, ll. 1-13.
[ ]
IIasos 153.1-13
1 | [ἔδο]ξεν τῆι βουλῆι· βασιλεὺς Σωσιφάνης Σωφάνους εἶπε[ν·] |
[ἐπ]ειδὴ Δύμας ποητὴς τραγωιδιῶν ἀεί τι λέγων καὶ γράφων | |
[κ]α̣ὶ πράττων ἀγαθὸν διατελεῖ ὑπὲρ τοῦ ἱεροῦ καὶ τῆς πόλε[ως] | |
[κ]αὶ τῶν πολιτῶν, ἡ δὲ βουλὴ προβεβούλευκεν αὐτῶι περὶ ἐ[παίνου] | |
5 | καὶ στεφάνου καὶ πολιτείας· ἀγαθῆι τύχηι· δεδόχθα[ι τῶι] |
δήμωι· ἐπαινέσαι Δύμαντα ἐπὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι καὶ στεφα[νῶ]- | |
σαι χρυσῶι στεφ[ά]νωι Διονυσίων τῶι ἀγῶνι τὴν ἀνάρρησιν ποιουμένου[ς·] | |
ὁ δῆμος στεφανοῖ Δύμαντα Ἀντιπάτρου Ἰασέα χρυσῶι στεφάνωι εὐσ[ε]- | |
βείας ἕνεκεν τῆς εἰς τοὺς θεοὺς καὶ εὐνοίας τῆς εἰς τὸν δῆ[μον·] | |
10 | τῆς δὲ ἀναρρήσεως ἐπιμεληθῆναι τοὺς προέδρους καὶ τὸν ἀγω- |
[νο]θέτην· εἶναι δὲ αὐτὸν καὶ πολίτην μετέχοντα πάντων ὧν καὶ [οἱ] | |
[ἄ]λλοι πολῖται μετέχουσιν· ἀναγράψαι δὲ τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν] | |
[τ]ῆς Ἀθηνᾶς. |