First honorary decree of boule and demos (of Samothrake)
for poetes Dymas of Iasos, giving citizenship; II1; found at
Iasos: GIBM 444, ll. 1-13; Michel 352.I; IG XII 8, p. 38, ll.
1-13; BE 1958:397; BE 1964:385; *IIasos 153, ll. 1-13.
[ ]
IIasos 153.1-13
| 1 | [ἔδο]ξεν τῆι βουλῆι· βασιλεὺς Σωσιφάνης Σωφάνους εἶπε[ν·] |
| [ἐπ]ειδὴ Δύμας ποητὴς τραγωιδιῶν ἀεί τι λέγων καὶ γράφων | |
| [κ]α̣ὶ πράττων ἀγαθὸν διατελεῖ ὑπὲρ τοῦ ἱεροῦ καὶ τῆς πόλε[ως] | |
| [κ]αὶ τῶν πολιτῶν, ἡ δὲ βουλὴ προβεβούλευκεν αὐτῶι περὶ ἐ[παίνου] | |
| 5 | καὶ στεφάνου καὶ πολιτείας· ἀγαθῆι τύχηι· δεδόχθα[ι τῶι] |
| δήμωι· ἐπαινέσαι Δύμαντα ἐπὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι καὶ στεφα[νῶ]- | |
| σαι χρυσῶι στεφ[ά]νωι Διονυσίων τῶι ἀγῶνι τὴν ἀνάρρησιν ποιουμένου[ς·] | |
| ὁ δῆμος στεφανοῖ Δύμαντα Ἀντιπάτρου Ἰασέα χρυσῶι στεφάνωι εὐσ[ε]- | |
| βείας ἕνεκεν τῆς εἰς τοὺς θεοὺς καὶ εὐνοίας τῆς εἰς τὸν δῆ[μον·] | |
| 10 | τῆς δὲ ἀναρρήσεως ἐπιμεληθῆναι τοὺς προέδρους καὶ τὸν ἀγω- |
| [νο]θέτην· εἶναι δὲ αὐτὸν καὶ πολίτην μετέχοντα πάντων ὧν καὶ [οἱ] | |
| [ἄ]λλοι πολῖται μετέχουσιν· ἀναγράψαι δὲ τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν] | |
| [τ]ῆς Ἀθηνᾶς. |