Honorary decree of demos of Kalymna for foreign judges
Kleandros Diodorou et al. of Iasos and for demos of Iasos; c.
270/260 BC; found at Iasos: CIG 2671, ll. 29-64; Cobet, Mnem. 6,
1857, 447-450; Hicks 130; SGDI 3585; Michel 417; Cauer, Delectus
157 (non vidi); TCalymnii (= ASAA 6-7, 1944-1945) 19-24, no. 16,
ll. 30-65; *IIasos 82, ll. 29-64.
[ ]
IIasos 82.29-64
29 | [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ |
30 | [ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ |
[φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ- | |
[ον]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε, | |
[οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς | |
[διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου, | |
35 | [ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἳ παραγενόμενοι |
[πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς | |
[πολ]ίτας τὰ πὸτ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας· | |
[καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλε]όνων | |
[ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν | |
40 | [πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα- |
[γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος | |
[καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως | |
[ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν | |
[εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ- | |
45 | [μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι |
[καὶ δ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων | |
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ- | |
[λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ | |
[πλήθου]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς | |
50 | [τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι· δεδόχθαι τᾶ[ι] |
[βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων | |
[ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]- | |
[θος τὸ Κα]λυμνίων καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
[ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν- | |
55 | [τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν, Κλέανδρον |
[Διοδώρου,] Λέοντα Εὐβούλου, Κέφαλον Δράκοντος, | |
[Θεόδωρον Ν]ουμηνίου, Λέοντα Δρακνοτίδου, | |
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]- | |
[μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν] | |
60 | [ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ] |
[ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν | |
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς | |
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ | |
[καὶ τὰ βασιλικά.] |