Decree of Koinon of Dionysiac technitai in Ionia and
Hellespont for Iasos; IIm; found at Iasos: LW 281; Michel 1014;
Robert, Et. anat. 445-450; BE 1938:416; Pickard-Cambridge &
Lewis, 316, no. 11; *IIasos 152.
[ ]
IIasos 152
1 | γνώμη τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυ[σον τεχ]νιτῶν [τῶ]ν ἐν Ἰωνίαι [κ]α[ὶ] Ἑλλησ- |
πόντωι καὶ τῶν περὶ τὸν καθηγημόνα Δι[όνυ]σον· ἐπειδὴ Ἰασεῖς φίλοι καὶ οἰκεῖο[ι κ]α[ὶ] | |
εὐ[εργέ]ται ὑπάρχοντες καὶ [τὴν προϋπάρχουσαν εὔνοιαν καὶ] φιλίαν ε[—] | |
[τηρ]οῦντες τὴν πρὸς τοὺ[ς τεχνίτας —]ον κα[—]νεδημον, [τη]- | |
5 | [ρ]οῦντες δὲ καὶ τὰ δεδο[μένα τίμια τῶι κ]οινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ὑπὸ |
[τῶν Ἑλλή]νων κατὰ τὰς [μαντείας καὶ ὑπὸ Ῥωμ]αίων τῶν κοινῶν [εὐ]<ε>[ρ]<γ>[ε]τῶν | |
<κ>α[ὶ] σωτήρων, ἔν τε τοῖς πρότερον χρόνοις [πᾶσ]αν σπουδὴν καὶ φιλοτιμίαν [δείξαν]- | |
[τες] περὶ τῆς τῶν ἀγώνων ερ[—] τὴν αἵρεσιν ἔχοντες [—] | |
τ[— σπουδὴν κ]αὶ ἐκτένειαν, ἐν δὲ τῶι ν[ῦν καιρῶι] | |
10 | ακ[— θεω]ρήματα καλ[—]αιρ[—]· ἀγ[αθῆι τ]ύχηι· |
δεδόχθαι [τῶι] κοινῶι [τῶν περὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἵνα [—]ιοισ[—]υ[—] | |
σωτηρίας τ[— νέμειν τ]ῶι Διονύσωι καὶ Ἰασεῦσιν εἰς τοὺς [συντελουμέν]ο<υ>ς | |
παρ’ α<ὐ>τοῖς τῶι Διονύσωι ἀγῶν[ας ἐκ] τῶν ἐνγεγραμμένων τεχνιτῶν καὶ με- | |
τεχόντων τῆς [ἡ]<με>[τ]έρ[ας συνόδ]<ου>? φιλίας ὑπαρχούσης ἡμῖν ἐκ παλαιῶν χρόνων, | |
15 | αὐλητὰς δύο, τραγῳδοὺς δύο, κωμῳδοὺς δύο, κιθαρῳδόν, κιθαριστήν, ὅπως |
ἄγωσιν τῶι θεῶι τοὺς [χ]οροὺς κατὰ τὰς πατρίους αὐτῶν διαγραφάς, προσ<ν>εῖ<μ>αι δὲ τού- | |
των καὶ τὰς ὑπηρεσίας α[—]νωνεινεδ[—]· τοὺς δὲ νεμηθέντας πάντας ἐπι- | |
τελ<έ>σαι τοὺς τῶν Διονυσίων ἀγῶνας ἐν τοῖς ὡρισμένοις καιροῖς | |
πάντα παρασχόντας ἀκολούθως τοῖς Ἰασέων νόμοις· ὃς δὲ τῶν | |
20 | νεμ<η>θέντων ὑπὸ τοῦ πλήθους μὴ παραγένηται εἰς Ἰασὸν ἢ μὴ [ἐπιτε]- |
λ[έ]σηι τοὺς ἀγῶνας, ἀποτεισάτω τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τε- | |
χνιτῶν Ἀντιοχ[εί]ας δραχμὰς χιλίας ἱερὰς ἀπαραιτήτους τοῦ θεοῦ, ἐὰν μή | |
τις δι’ ἀσθένειαν ἢ διὰ χειμῶνα ἀδύνατος γένηται· τούτωι δὲ ἔστω παραί- | |
τησις τῆς ζημίας ἀπολογισαμένωι ἐπὶ τοῦ πλήθους καὶ ἐμφανεῖς τὰς | |
25 | δείξεις εἰσενεγκαμένωι καὶ ἀπολυθέντι ψήφωι κατὰ τὸν νόμον· |
ἵνα δὲ καὶ Ἰασεῖς ἐπιγειν<ώ>σκωσιν τὴν τοῦ πλήθους ἡμῶν σπουδὴν | |
καὶ ἣν ἔχομεν πρὸς τοὺς φίλους ἐκτένειαν ἐν τοῖς ἀναγκαιοτά- | |
τοις καιροῖς, ἑλέσθαι πρεσβευτάς, οἵτινες ἀφικόμενοι εἰς Ἰασὸν | |
καὶ ἀναδόντες τόδε τὸ ψήφισμα τοῖς προστάταις καὶ ἐπελθόν- | |
30 | τες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον καὶ ἐμφανίσαντες περὶ |
τῶν ἐψηφισμένων τιμῶν αὐτοῖς καὶ ἀνανεωσάμενοι τὰ διὰ προ- | |
γόνων ὑπάρχοντα πρὸς ἀλλήλους φιλάνθρωπα παρακαλέσουσιν Ἰασεῖς | |
διαφυλάσσειν τὴν πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν | |
οἰκειότειτα συναύξοντας τὴν φιλίαν ἀκολούθως τῆι διὰ προγόν<ω>ν | |
35 | ὑπαρχούσηι εὐνοίαι· πρεσβευταὶ εἱρέθησαν Πλουτιάδης κιθαρῳδός, |
Λυσίμαχος ποιητὴς τραγῳδιῶν, Νικόστρατος συναγωνιστὴς | |
τραγικός· οἵδε ἐνεμ<ή>θησαν σὺν ταῖς ὑπηρεσίαις· αὐληταὶ | |
Τιμοκλῆς, Φαίτας· τραγῳδοὶ Ποσειδώνιος, Σωσίπατρος· | |
κωμῳδοὶ Ἀγάθαρχος, Μοιρίας· κιθαρωιδὸς Ζηνόθεος· κιθαριστὴς | |
40 | Ἀπολλώνιος Σάμιος· ἐπὶ στεφανηφόρου Ἀπόλλωνος |
τοῦ τρίτου μετὰ Μένητα Τυρταίου, Ἀπατουριῶνος ἕκτῃ· ἐκυρώθη. |