Honorary decree of Iasos for Menyllos Nossou of Theangela, giving him proxeny and citizenship; IVe/IIIb; found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 454, no. 4 (PH); BE 1971:622; *IIasos 50.  
[ ] IIasos 50
1 [ἐπὶ στεφανηφόρου Λ]α̣κ[ρ]ατ̣ίδου τοῦ [Ἑ]ρμαΐσ[κου· μηνὸς]
[—ῶ]ν̣ος ἕκτηι ἱσταμένου· Ποσειδώνιος [—]
[ἐπ]ε̣σ[τά]τ̣ει· Ἀπολλωνίδης Ἱκεσίου ἐγραμμάτευεν· π̣ρ[υτάνεων]
[γ]νώμη· ἐπειδὴ Μένυλλος Νόσσου Θεαγγελεὺς ἀνὴρ κα̣[λὸς]
5 κ̣αὶ ἀγαθός ἐστιν περὶ τὴμ πόλιν τὴν Ἰασέων, ἰδίαι τε τοῖς
ἐντυγχάνουσιν τῶμ πολιτῶν χρείας παρεχόμενος καὶ κοινῆ̣[ι]
περὶ τῆς πόλεως, καὶ λέγων καὶ πράσσων ἀγαθὸν ὅτι ἂν
δύνηται, εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου,
DEDO/SQAI DE\ AU)TW=I KAI\ POLITEI/AN METE/XONTI PA/NTWN W(=N KAI\?
10 οἱ λοιποὶ πολῖται μετέχουσιν· ταῦτα δὲ ὑπάρχειν αὐτῶι
κ̣αὶ τοῖς ἐκγόνοις· ἀναγράψαι δὲ τὸ ψήφισμα τοὺς νεωποίας
[ἐν τ]ῆι παραστάδι.
Search Help
Contact Us