Honorary decree of Iasos for Menyllos Nossou of Theangela,
giving him proxeny and citizenship; IVe/IIIb; found at Iasos:
Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 454, no. 4 (PH); BE
1971:622; *IIasos 50.
[ ]
IIasos 50
1 | [ἐπὶ στεφανηφόρου Λ]α̣κ[ρ]ατ̣ίδου τοῦ [Ἑ]ρμαΐσ[κου· μηνὸς] |
[—ῶ]ν̣ος ἕκτηι ἱσταμένου· Ποσειδώνιος [—] | |
[ἐπ]ε̣σ[τά]τ̣ει· Ἀπολλωνίδης Ἱκεσίου ἐγραμμάτευεν· π̣ρ[υτάνεων] | |
[γ]νώμη· ἐπειδὴ Μένυλλος Νόσσου Θεαγγελεὺς ἀνὴρ κα̣[λὸς] | |
5 | κ̣αὶ ἀγαθός ἐστιν περὶ τὴμ πόλιν τὴν Ἰασέων, ἰδίαι τε τοῖς |
ἐντυγχάνουσιν τῶμ πολιτῶν χρείας παρεχόμενος καὶ κοινῆ̣[ι] | |
περὶ τῆς πόλεως, καὶ λέγων καὶ πράσσων ἀγαθὸν ὅτι ἂν | |
δύνηται, εἶναι αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου, | |
δεδόσθαι δὲ αὐτῶι καὶ πολιτείαν μετέχοντι πάντων ὧν καὶ̣ | |
10 | οἱ λοιποὶ πολῖται μετέχουσιν· ταῦτα δὲ ὑπάρχειν αὐτῶι |
κ̣αὶ τοῖς ἐκγόνοις· ἀναγράψαι δὲ τὸ ψήφισμα τοὺς νεωποίας | |
[ἐν τ]ῆι παραστάδι. |