Honorary decree for Melanion Theodorou, ephebarchos; I; found at Karakuyu, from Iasos: GIBM 925.b; *IIasos 98.  
[ ] IIasos 98
1 ἐπειδὴ Μελανίων Θεοδώρου προγό-
νων ὑπάρχων εὐεργετῶν τῆς πόλεως,
ἄξια πράσσων τῆς ἐκείνων ἀρετῆς ἐμ πᾶσιν
καλοκἀγαθικῶς ἀναστρεφόμενος ἀνὴρ κα-
5 λὸς κἀγαθός ἐστιν καὶ εὐσεβῶς μὲμ πρὸς τὸ
θεῖον διάκειται, φιλοστόργως δὲ καὶ ὡς πρέ-
πον ἐστὶν ἀνδρὶ σώφρονι καὶ πεπαιδευμένωι
προσφέρεται τοῖς γονεῦσιγ καὶ τοῖς λοιποῖς
συγγενέσιν, εὐνοϊκῶς δὲ καὶ φιλοδόξως καὶ πρὸς
10 πάντας τοὺς πολίτας ὑπεξάγει, ἀπό τε τῆς
πρώτης ἡλικίας ζηλωτὴς τῶγ καλλίστωγ γινό-
μενος ἀνέστραπται ἐν τῶι γυμνασίωι φιλοπονῶν
καὶ φιλομαθῶγ καὶ ἐπὶ τὰ κάλλιστα ἐπιδιδοὺς
ἑαυτόν, ἔν τε τοῖς οἰκείοις τῆς ἡλικίας παιδεύμα-
15 σιγ καταγινόμενος καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν
λόγοις ἱκανὴν ἕξιγ καὶ προκοπὴν ἐσχηκὼς ἀνα-
στρέφεται σωφρόνως καὶ ἀξιοζηλώτως καλὸν
ὑπόδειγμα τῆς ἰδίας προαιρέσεως καταβαλλό-
μενος, καθόλου τε καὶ λέγωγ καὶ πράσσων τὰ
20 κάλλιστα καὶ ἐνδοξότατα διατελεῖ ἐμ πᾶσιν
στοιχῶν τῆι τε ἰδίαι ἀρετῆι καὶ δόξηι καὶ τῆι {ι} διὰ προ-
γόνων ὑπαρχούσηι αὐτῶι καλοκἀγαθίαι· ἀποδει-
χθεὶς δὲ καὶ ἐφήβαρχος προΐσταται τοῦ γυμνασί-
ου καὶ τῆς τῶν ἐφήβωγ καὶ νέων εὐκοσμίας ἀξί-
25 ως ἀναστρεφόμενος τοῦ τε πατρὸς καὶ τῶν
νέων καὶ τοῦ σύμπαντος δήμου· καλῶς δὲ
ἔχον ἐστὶν τοὺς ἀγαθοὺς ἄνδρας τῆς καλλίσ-
της ἀποδοχῆς̣ κ̣[α]ὶ προτιμῆς διὰ παντὸς τυγ-
χάνειν, ὅπως [καὶ οὶ] λοιποὶ θεωροῦντες τ[ὴν τοῦ]
30 πλήθους εὔ̣[νοι]αν ἐκ̣τ̣ενεῖς καὶ προ[θύμους]
ἑαυτοὺς πα[ρέχωντα]ι τῶι δήμωι· διὸ καὶ [ἔδοξεν]
ἐπῃνῆσθαι Μ[ελανίωνα Θ]εοδώρου ἐπί τε [τῆι ἀρετῆι]
καὶ καλοκἀγα[θίαι καὶ ἧι ἔχ]ει πρὸς πάντας το[ὺς πολίτας]
εὐνοίαι· καὶ σ[τεφανῶσ]αι αὐτὸν χρυσῶι [στεφάνωι]
35 ἀριστείωι· [στῆσαι δ]ὲ αὐτοῦ καὶ εἰκόν[α γραπτὴν]
ἐν τῶι γυμ[νασίωι τῶι] Πτολεμαιείωι ἐ[ν ὅπλωι ἐπι]-
χρύσωι, στ[ῆσαι δὲ αὐτο]ῦ καὶ εἰ[κό]να χα[λκῆν καὶ εἰ]-
κόνα χρυσ[ῆν ἐν τῶι ἐπιφανεστάτ]ωι [ὅπου ἂν βού]-
ληται τόπ[ωι — εἰκ]όνα [—]
40 δὲ αὐτοῦ [—][ναγράψαι δὲ —]
ἐφ’ ἑκάστ[ης —]
Search Help
Contact Us