Honorary decree for Melanion Theodorou, ephebarchos; I;
found at Karakuyu, from Iasos: GIBM 925.b; *IIasos 98.
[ ]
IIasos 98
1 | ἐπειδὴ Μελανίων Θεοδώρου προγό- |
νων ὑπάρχων εὐεργετῶν τῆς πόλεως, | |
ἄξια πράσσων τῆς ἐκείνων ἀρετῆς ἐμ πᾶσιν | |
καλοκἀγαθικῶς ἀναστρεφόμενος ἀνὴρ κα- | |
5 | λὸς κἀγαθός ἐστιν καὶ εὐσεβῶς μὲμ πρὸς τὸ |
θεῖον διάκειται, φιλοστόργως δὲ καὶ ὡς πρέ- | |
πον ἐστὶν ἀνδρὶ σώφρονι καὶ πεπαιδευμένωι | |
προσφέρεται τοῖς γονεῦσιγ καὶ τοῖς λοιποῖς | |
συγγενέσιν, εὐνοϊκῶς δὲ καὶ φιλοδόξως καὶ πρὸς | |
10 | πάντας τοὺς πολίτας ὑπεξάγει, ἀπό τε τῆς |
πρώτης ἡλικίας ζηλωτὴς τῶγ καλλίστωγ γινό- | |
μενος ἀνέστραπται ἐν τῶι γυμνασίωι φιλοπονῶν | |
καὶ φιλομαθῶγ καὶ ἐπὶ τὰ κάλλιστα ἐπιδιδοὺς | |
ἑαυτόν, ἔν τε τοῖς οἰκείοις τῆς ἡλικίας παιδεύμα- | |
15 | σιγ καταγινόμενος καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν |
λόγοις ἱκανὴν ἕξιγ καὶ προκοπὴν ἐσχηκὼς ἀνα- | |
στρέφεται σωφρόνως καὶ ἀξιοζηλώτως καλὸν | |
ὑπόδειγμα τῆς ἰδίας προαιρέσεως καταβαλλό- | |
μενος, καθόλου τε καὶ λέγωγ καὶ πράσσων τὰ | |
20 | κάλλιστα καὶ ἐνδοξότατα διατελεῖ ἐμ πᾶσιν |
στοιχῶν τῆι τε ἰδίαι ἀρετῆι καὶ δόξηι καὶ τῆι {ι} διὰ προ- | |
γόνων ὑπαρχούσηι αὐτῶι καλοκἀγαθίαι· ἀποδει- | |
χθεὶς δὲ καὶ ἐφήβαρχος προΐσταται τοῦ γυμνασί- | |
ου καὶ τῆς τῶν ἐφήβωγ καὶ νέων εὐκοσμίας ἀξί- | |
25 | ως ἀναστρεφόμενος τοῦ τε πατρὸς καὶ τῶν |
νέων καὶ τοῦ σύμπαντος δήμου· καλῶς δὲ | |
ἔχον ἐστὶν τοὺς ἀγαθοὺς ἄνδρας τῆς καλλίσ- | |
της ἀποδοχῆς̣ κ̣[α]ὶ προτιμῆς διὰ παντὸς τυγ- | |
χάνειν, ὅπως [καὶ οὶ] λοιποὶ θεωροῦντες τ[ὴν τοῦ] | |
30 | πλήθους εὔ̣[νοι]αν ἐκ̣τ̣ενεῖς καὶ προ[θύμους] |
ἑαυτοὺς πα[ρέχωντα]ι τῶι δήμωι· διὸ καὶ [ἔδοξεν] | |
ἐπῃνῆσθαι Μ[ελανίωνα Θ]εοδώρου ἐπί τε [τῆι ἀρετῆι] | |
καὶ καλοκἀγα[θίαι καὶ ἧι ἔχ]ει πρὸς πάντας το[ὺς πολίτας] | |
εὐνοίαι· καὶ σ[τεφανῶσ]αι αὐτὸν χρυσῶι [στεφάνωι] | |
35 | ἀριστείωι· [στῆσαι δ]ὲ αὐτοῦ καὶ εἰκόν[α γραπτὴν] |
ἐν τῶι γυμ[νασίωι τῶι] Πτολεμαιείωι ἐ[ν ὅπλωι ἐπι]- | |
χρύσωι, στ[ῆσαι δὲ αὐτο]ῦ καὶ εἰ[κό]να χα[λκῆν καὶ εἰ]- | |
κόνα χρυσ[ῆν ἐν τῶι ἐπιφανεστάτ]ωι [ὅπου ἂν βού]- | |
ληται τόπ[ωι — εἰκ]όνα [—] | |
40 | δὲ αὐτοῦ [—] ἀ[ναγράψαι δὲ —] |
ἐφ’ ἑκάστ[ης —] |