Honorary decree of boule and demos of Iasos for Lykinades Leonideo of Kni[d]os, giving proxeny, on marble block; V1; found at Iasos: Pugliese Carratelli, RAL 40, 1985, 152-154 (PH); *SEG 36, 982.C.  
[ ] SEG 36, 982C
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπ[ὶ]
στεφανηφόρο Δείνωνος, μηνὸς Κολλυ-
ριῶνος· Εὐσθένης ἐπρυτάνευε· Ἀναξαγό-
ρης εἶπε· Λυκινάδηι Λεωνίδεω Κνι[δ]ίω[ι]
5 ἀναγράψαι τὴμ προξενίην καθάπ[ερ]
προγόνοις ἀνεγέγραπτο ἐπ’ εὐε[ρ]γεσί[ηι]
[τῆ]ς πόλεως τῆς Ἰασέων καὶ [εἶναι] αὐτ[ῶι]
[ὡς?] τοῖς προ<γό>νοις ἀτελείην κ[αὶ προ]εδρ[ίην]
καὶ ἔσπλον καὶ ἔκπλον ἀσυλ[εὶ] καὶ ἀσπ[ον]-
10 δεὶ καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι, καὶ Ἰα[σέ]-
α εἶναι ἐὰμ βόληται· ταῦτα δὲ εἶναι καὶ [αὐ]-
τῶι καὶ ἐγγόνοις.
Search Help
Contact Us