Honorary decree of presbyteroi for Kritios Hermophan[tou], on column; Hellenistic; found at Iasos: Reinach, REG 6, 1893, 169-170, no. 6; BE 1894:393; Robert, Et. anat. 450-454; BE 1938:416; *IIasos 93.  
[ ] IIasos 93
0 [— βουλόμενος Κρί]-
τιο[ς] οὐδ’ ἐν τούτοις ἀν̣τ̣[ιλ]έ̣[γειν] ὑ̣πέ̣μινε̣ν τὴν κακο-
πάθιαν ἐπὶ πλήονα χρόνον γεινομένην καὶ ἀνέγρα-
ψεν αὐτὰ διὰ τοῦ δημοσίου Διοφάντου·
χειροτονηθείς τε καὶ διοικητὴς ὑπὸ τῶν πρεσβυ-
5 τέρων ὑπέμινεν οὐ βουλόμενος αὐτοῖς οὐδὲ
ἐν τούτοις ἀντιλέγειν καὶ τούς τε λόγους
καὶ τὰ χρήματα παρέδωκεν μετὰ τῶν συν-
διοικητῶν ὁσίως καὶ δικαίως τοῖς μετ’ αὐ-
τοὺς διοικηταῖς· ἵνα οὖν κ[α]ὶ οἱ πρεσβύτεροι
10 φαίνωνται τὴν καθ[ήκ]ο[υσα]ν ἀποδιδόντες
χάριτα τοῖς [κ]α̣λ̣ο̣ῖ̣ς̣ κ̣[αὶ ἀ]γ̣αθοῖς ἀνδράσιν
καὶ φιλοτειμουμένο̣ι̣[ς κ]αὶ [εἰς] ἑαυτούς·
δεδόχθαι τοῖς π̣ρ̣ε̣σ̣[βυτέρο]ις· ἐπῃνῆσθαι
Κρίτιον Ἑρμοφ̣ά̣ν̣τ̣[ου ἐπὶ τῇ] ε̣ὐ̣νοίᾳ καὶ εἰς
15 τοὺς πρεσβυτέρους κα[ὶ σ]τεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι· [στῆσ]αι δ̣ὲ̣ αὐτοῦ καὶ εἰκόνα
γραπτήν· ἐπιγράψαι δὲ [ἐπὶ τὴ]ν
εἰκόνα ἐπιγρα[φήν· οἱ] πρεσβύτεροι ἐτίμη-
σαν Κρίτιον Ἑρμοφάντου ἐ[π]αίνωι, χρυσῶι στε-
20 φάνῳ, ἰκόνι γραπ[τῆι] ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
τῆς εἰς αὐτούς· ἀναγρα[φῆν]αι δὲ τὸ ψήφισμα τοῦ-
το ἐν τῷ ἐπιφανεστάτωι τό[πωι τοῦ] Ἀντιοχεί-
ου.  ψῆφοι αἱ δ̣[ιδοῦ]σαι ἑβδ̣[ομ]ήκον[τα]· α̣ἱ οὐ, τέσσαρες.
Search Help
Contact Us