Decree of demos (of Iasos) accepting honorary decree of
Kalymna for foreign judges Kleandros Diodorou et al. (of Iasos)
and honoring them; c. 270/260 BC; found at Iasos: CIG 2671, ll.
1-28; Cobet, Mnem. 6, 1857, 447-450; Hicks 130; Michel 462; SEG
4, 217; TCalymnii (= ASAA 6-7, 1944-1945) 19-24, ll. 1-29;
*IIasos 82, ll. 1-28.
[ ]
IIasos 82.1-28
0 | [ἐπὶ στεφανηφόρου —] |
[— ἕκτ]<ηι> ἱσταμένου· Εὔμολπος Μόλ[που ἐπεστάτει·] | |
[πρυτάνεων γν]<ώ>μη Μεσσηνέως τοῦ Δίωνος, κατασταθέντος ὑπὸ | |
[—]ο̣[υ τ]οῦ Μυγάλου, Ἕ[ρμω]νος τοῦ Μυΐστρου, κατασταθέντος [ὑπὸ] | |
[—]ράτου τοῦ Προμάχου, Μόλπου τοῦ Μόλπου, Λέοντος [τοῦ] | |
5 | [—]ίππου, κατασταθέντος ὑπὸ Ἀριστοφάνου τοῦ Νουμηνίου, <Δημέου> |
τοῦ Στησιόχου, Ἡρακλείτου τοῦ Ἀρτεμιδώρου, Δημοφῶντο<ς> [τοῦ] | |
[Π]ρυτάν<ι>ος, Δάμωνος τοῦ Ὀν[φ]αλίωνος· ἐπειδὴ οἱ δικασταὶ [οἱ] | |
ἀποσταλέντες εἰς Κάλυμναν κομίζουσιν ψήφισμα παρὰ τοῦ | |
δήμου τοῦ Καλυμνίων ἐν ὧι γέγραπται ὅτι ὁ δῆμος ὁ Καλυ- | |
10 | μνίων στεφανοῖ τὸν δῆμον χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν |
καὶ εὐνοίας τῆς εἰς αὐτόν, στεφανοῖ δὲ καὶ τοὺς δικαστὰς | |
τοὺς ἀποσταλέντας χρυσῶι στεφάνωι καλοκἀγαθίας | |
ἕνεκεν, Κλέανδρον Διοδώρου, Λέοντα Εὐβ<ο>ύλου, | |
[Κ]έ[φ]αλον Δράκοντος, Θεόδωρον Νουμηνίου, | |
15 | Λέοντα Δρακοντίδου, καὶ περὶ τούτων οἴεται δεῖν |
ἐπιμέλειαν ποιήσ<ασ>θαι τὸν δῆμον, ὅπως ὁ τῆς πόλεως | |
[σ]τέφανος ἀναγορευθῇ καὶ ὁ τῶν δικαστῶν ἐν τῶι | |
[θ]εάτρωι Διονυσίοις· δεδόχθαι τῶι δήμωι· τὸν μὲν ἀγωνο- | |
θέτην ἀναγγεῖλαι τὸν τῆς πόλεως στέφανον καὶ τὸν | |
20 | [τ]ῶν δικαστῶν, κυκλίων τῆι πρώτηι· ἐπηινῆσθαι δὲ καὶ |
τ[οὺς] δικαστὰς τοὺς ἀποσταλέντας, ἐπειδὴ ἄξιοι γενό- | |
[με]νοι τοῦ δήμου τιμὰς περιεποίησαν τῆι πόλει· ὅπως δὲ | |
[καὶ τ]ὸ ψήφισμα τοῦτο καὶ τὸ παρὰ Καλυμνίων ἀναγραφῆι | |
[ἐν] τῶι ἐπιφανεστάτωι τόπωι καθὰ καὶ Καλύμνιοι ἀξιοῦσιν, | |
25 | [οἱ ν]εωποῖαι ἐπιμέλειαν ποιησάσθωσαν, ἵνα ἀναγραφῇ ἀμφό[τε]- |
[ρα] τὰ ψηφίσματα ἐν τῶι ἱερῶι τοῦ Διὸς ἢ τῆς Ἀρτέμιδος· | |
[καλ]έσαι δὲ καὶ τοὺς δικ[αστ]ὰς τοὺς ἀποσταλέντας | |
[εἰς] τὸ πρυτανεῖον. |