Iasos 20
   Honorary decree of boule and demos of Iasos for Kallias of (no name), giving him proxeny and citizenship; IVe/IIIb; found on Chios, from Iasos: CIG 2678; *IIasos 46.  
[ ] IIasos 46
0 [— καὶ λέγων καὶ πράσσων ἀγαθὸν]
ὅτι ἂν δ<ύν>ηται, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι
Καλλίαν ἀρετῆς [ἕν]εκεν ἧς ἔχει περὶ τὴν πόλιν, καὶ εἶναι αὐτὸ[ν]
πρόξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἰασέων· δεδόσθαι
αὐτῶι καὶ πολιτείαν μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Ἰασεῖς μ̣[ετέ]-
5 χουσι· εἶναι δὲ αὐτῶι καὶ εἴσπλουν καὶ ἔκκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ [πολέ]-
μωι ἀσυλεὶ καὶ ἀσπονδεί, καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι πᾶσιν· ὑπ[άρχειν]
δὲ ταῦτα καὶ τοῖς ἐγγόνοις αὐτοῦ· ἀναγράψαι δὲ τοὺς
νεωποίας τὸ ψήφισμα ἐν τῆι ἀγορᾶι.
Search Help
Contact Us