Honorary decree of [dem]os for Gaius Iulius Capito,
paidonomos, on column; imperial; found near Güllük, presumably
from Iasos: Kontoleon, BCH 11, 1887, 216-217, no. 9; Reinach, REG
6, 1893, 168-169, no. 5; BE 1894:393; *IIasos 99.
[ ]
IIasos 99
1 | [περὶ τιμῶν — Γαΐ]ου |
[Ἰουλίου Καπίτωνος π]αιδονόμου | |
ἔδοξ[εν τῷ δήμ]ῳ ἐν ἀρχαιρεσίαις | |
ἐπεὶ Γάϊος Ἰούλιος Καπίτων παιδονομήσας | |
5 | καὶ προνοήσας τῆς τῶν παίδων ἀγωγῆς καὶ |
παιδείας κατὰ τὸ κάλλιστον ἐπετέλεσεν, | |
καὶ ἀγῶνας διδοὺς αὐτοῖς καὶ ἆθλα, πάντα τε | |
φιλοτειμότατα ἐποίησεν, ἐπέδωκέν τε καὶ | |
θεωρίας, ὅ τε δῆμος ἐπὶ τῇ τοῦ ἀνδρὸς φιλοτει- | |
10 | μίᾳ προεφώνησεν τειμηθῆναι αὐτὸν ταῖς |
καλλίσταις τειμαῖς, ἀνατεθῆναι δὲ αὐτοῦ καὶ | |
εἰκόνα· δεδόχθαι τετειμῆσθαι Γάϊον Ἰούλιον | |
Καπίτωνα ταῖς καλλίσταις τειμαῖς· ἀνατεθῆναι | |
δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ἀσπίδι ἐπιχρύσῳ, | |
15 | ἐν ᾧ ἂν βούληται ἱερῷ ἢ δημοσίῳ τόπῳ, ἐφ’ ἧς καὶ |
ἐπιγραφῆναι· ἡ βουλὴ καὶ ὁ δῆμος τὴν εἰκόνα | |
Γαΐου Ἰουλίου Καπίτωνος παιδονομήσαντος κα- | |
τὰ τὸ κάλλιστον πάσης ἕνεκεν ἀρετῆς. |