Honorary decree of [dem]os for Gaius Iulius Capito, paidonomos, on column; imperial; found near Güllük, presumably from Iasos: Kontoleon, BCH 11, 1887, 216-217, no. 9; Reinach, REG 6, 1893, 168-169, no. 5; BE 1894:393; *IIasos 99.  
[ ] IIasos 99
1 [περὶ τιμῶν — Γαΐ]ου
[Ἰουλίου Καπίτωνος π]αιδονόμου
ἔδοξ[εν τῷ δήμ]ῳ ἐν ἀρχαιρεσίαις
ἐπεὶ Γάϊος Ἰούλιος Καπίτων παιδονομήσας
5 καὶ προνοήσας τῆς τῶν παίδων ἀγωγῆς καὶ
παιδείας κατὰ τὸ κάλλιστον ἐπετέλεσεν,
καὶ ἀγῶνας διδοὺς αὐτοῖς καὶ ἆθλα, πάντα τε
φιλοτειμότατα ἐποίησεν, ἐπέδωκέν τε καὶ
θεωρίας, ὅ τε δῆμος ἐπὶ τῇ τοῦ ἀνδρὸς φιλοτει-
10 μίᾳ προεφώνησεν τειμηθῆναι αὐτὸν ταῖς
καλλίσταις τειμαῖς, ἀνατεθῆναι δὲ αὐτοῦ καὶ
εἰκόνα· δεδόχθαι τετειμῆσθαι Γάϊον Ἰούλιον
Καπίτωνα ταῖς καλλίσταις τειμαῖς· ἀνατεθῆναι
δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ἀσπίδι ἐπιχρύσῳ,
15 ἐν ᾧ ἂν βούληται ἱερῷ ἢ δημοσίῳ τόπῳ, ἐφ’ ἧς καὶ
ἐπιγραφῆναι· ἡ βουλὴ καὶ ὁ δῆμος τὴν εἰκόνα
Γαΐου Ἰουλίου Καπίτωνος παιδονομήσαντος κα-
τὰ τὸ κάλλιστον πάσης ἕνεκεν ἀρετῆς.
Search Help
Contact Us