Honorary decree of [dem]os for Gaius Iulius Capito,
paidonomos, on column; imperial; found near Güllük, presumably
from Iasos: Kontoleon, BCH 11, 1887, 216-217, no. 9; Reinach, REG
6, 1893, 168-169, no. 5; BE 1894:393; *IIasos 99.
[ ]
IIasos 99
| 1 | [περὶ τιμῶν — Γαΐ]ου |
| [Ἰουλίου Καπίτωνος π]αιδονόμου | |
| ἔδοξ[εν τῷ δήμ]ῳ ἐν ἀρχαιρεσίαις | |
| ἐπεὶ Γάϊος Ἰούλιος Καπίτων παιδονομήσας | |
| 5 | καὶ προνοήσας τῆς τῶν παίδων ἀγωγῆς καὶ |
| παιδείας κατὰ τὸ κάλλιστον ἐπετέλεσεν, | |
| καὶ ἀγῶνας διδοὺς αὐτοῖς καὶ ἆθλα, πάντα τε | |
| φιλοτειμότατα ἐποίησεν, ἐπέδωκέν τε καὶ | |
| θεωρίας, ὅ τε δῆμος ἐπὶ τῇ τοῦ ἀνδρὸς φιλοτει- | |
| 10 | μίᾳ προεφώνησεν τειμηθῆναι αὐτὸν ταῖς |
| καλλίσταις τειμαῖς, ἀνατεθῆναι δὲ αὐτοῦ καὶ | |
| εἰκόνα· δεδόχθαι τετειμῆσθαι Γάϊον Ἰούλιον | |
| Καπίτωνα ταῖς καλλίσταις τειμαῖς· ἀνατεθῆναι | |
| δὲ αὐτοῦ καὶ εἰκόνα γραπτὴν ἐν ἀσπίδι ἐπιχρύσῳ, | |
| 15 | ἐν ᾧ ἂν βούληται ἱερῷ ἢ δημοσίῳ τόπῳ, ἐφ’ ἧς καὶ |
| ἐπιγραφῆναι· ἡ βουλὴ καὶ ὁ δῆμος τὴν εἰκόνα | |
| Γαΐου Ἰουλίου Καπίτωνος παιδονομήσαντος κα- | |
| τὰ τὸ κάλλιστον πάσης ἕνεκεν ἀρετῆς. |