Iasos 18
   Honorary decree of demos of Iasos for Hestiaios Boiskou of Kaunos, giving him proxeny and citizenship; IVe/IIIb; found on Chios, from Iasos: CIG 2673.b; *IIasos 45.  
[ ] IIasos 45
1 ἐπὶ στεφανηφόρου Ἡγύλλου τοῦ Θεοδώρου, μηνὸ[ς]
Ἀφροδισιῶνος ἕκτηι ἱσταμένου· Κοίρανος Μέλαν̣[ος]
ἐπεστάτει, Διοφάν<η>ς? Ἀπολλοφάνους
ἐγραμμάτευεν· ἔδοξεν τῶι δήμωι, Ἀρχαγόρας Ἀρτέμω[νος]
5 εἶπεν· ἐπειδὴ Ἑστιαῖος Βοΐσκου Καύνιος ἀνὴρ ἀγαθὸς
καὶ πρόθυμός ἐστιν περὶ τὴν πόλιν καὶ ἰδίαι πολλοῖς
τῶν πολιτῶν χρήσιμος γεγένηται, εἶναι αὐτὸν
πρόξενον καὶ [εὐ]εργέτην Ἰασέων· δεδόσθαι δὲ αὐτῶι
[καὶ] πολιτε[ίαν καὶ ἀ]τέλειαν π[άν]των [ὧν] ἡ πόλις
10 [κυρί]α [ἐ]στ[ὶν καὶ προεδ]ρ[ίαν ἐ]ν τ[οῖ]ς {ι} ἀ[γῶσι] καὶ εἴσπλουν
[καὶ ἔκπλουν —]
Search Help