Honorary decree of boule and demos of Iasos for Glaukos
Theopropou and Aristonikos Theopropou of Athens, giving them
proxeny and citizenship; IVe/III; now in Istanbul, from Iasos?:
Hicks, JHS 9, 1888, 342, no. 4; BE 1889:202; Michel 465; *IIasos
42.
[ ]
IIasos 42
1 | μηνὸς Ἀδωνιῶνος· ἐπὶ στεφανηφόρου Ἀνδρονικίδου τοῦ Ἰσοδίκου, γραμματέως |
δὲ Κλεανδρίδα τοῦ Κλεάνδρου· ἕκτηι ἱσταμένου· Φορμίων Μελάνθου ἐπεστάτει· | |
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Δημεί̣ας Ἀριστέως εἶπεν· ἐπειδὴ Γλαῦκος καὶ | |
Ἀριστόνικος Θεοπρόπου Ἀθηναῖοι καλοὶ καὶ ἀγαθοί εἰσιν περὶ τὴν πόλιν τὴν Ἰασέων | |
5 | καὶ προθύμως ὑπηρετοῦσιν τοῖς ἐντυνχάνουσιν Ἰασέων, εἶναι αὐτούς τε καὶ |
ἐκγόνους προξένους καὶ εὐεργέτας Ἰασέων, δεδόσθαι δὲ αὐτοῖς πολιτείαν καὶ | |
ἀτέλειαν καὶ προεδρίην ἐν τοῖς ἀγῶσιν καὶ ἔσπλουν καὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ | |
ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεί· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποίας | |
εἰς τὸ Ἀπολλώνιον. |